22
1 Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια; 2 Ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι ἐν μαχαίραις, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμων. 3 Πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσί, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασι. 4 Διὰ τοῦτο εἶπα, ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, 5 ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη. 6 Οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, καὶ ἀναβάται ἄνθρωποι ἐφʼ ἵππους, καὶ συναγωγὴ παρατάξεως. 7 Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, 8 καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως· 9 Καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ· καὶ εἴδοσαν, ὅτι πλείους εἰσί, καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, 10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχυρώματα τείχους τῇ πόλει. 11 Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. 12 Καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, 13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα, καὶ πιεῖν οἶνον, λέγονες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. 14 Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.
15 Τάδε λέγει Κύριος σαβαὼθ, πορεύου εἰς τὸ παστοφόριον, πρὸς Σομνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ, 16 τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; 17 Ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβάλλει καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, 18 καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα. 19 Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. 20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, 21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ κατὰ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ. 22 Καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ δώσω αὐψῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τῷ ὢμῳ αὐτοῦ· καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. 23 Καὶ στήλω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24 Καὶ ἔσται πεποιθὼς ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ 25 τῇ ἡμέρᾳ ἐκείνῃ· τάδε λέγει Κύριος σαβαὼθ, κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ ἀφαιρεθήσεται, καὶ πεσεῖται, καὶ ἐξολεθρευθήσεται ἡ δόξα ἡ ἐπʼ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.
ΤΟ ῬΗΜΑ ΤΥΡΟΥ.