25
Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,
Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ; Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ; Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ.