39
Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς, ἀποῤῥήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενγήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; Ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. Καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, κατασκέψεται ὄρη νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
Βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; 10 Δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; 11 Πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; 12 Πιστεύσεις δὲ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα;
13 Πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλάβῃ ἁσίδα καὶ νέσσα· 14 Ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει, 15 καὶ ἐπελάθετο, ὅτι ποῦς σκορπιεῖ, καὶ θηρία ἀγροῦ καταπατήσει. 16 Ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. 17 Ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει. 18 Κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου, καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
19 Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20 Περιέθηκας δὲ αὐτῷ πανοπλίαν; δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ. 21 Ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ. 22 Συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴν ἀποστραφῇ ἀπὸ σιδήρου. 23 Ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24 καὶ ὀργὴ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ. 25 Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.
26 Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον; 27 Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετὸς, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, 28 ἐπʼ ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ, 29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόῤῥωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι. 30 Νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δʼ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.