55
1 Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.
2 Ἐλεήσον με ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. 3 Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους ἡμέρας, ὅτι πολλοὶ οἱ πολεμοῦντές με.
4 Φοβηθήσονται, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σοί. 5 Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
6 Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. 7 Παροικήσουσι καὶ κατακρύψουσιν αὐτοὶ, τὴν πτέρναν μου φυλάξουσι· καθάπερ ὑπέμεινα τῇ ψυχῇ μου. 8 Ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτοὺς ἐν ὀργῇ λαοὺς κατάξεις· ὁ Θεὸς 9 τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
10 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ. 11 Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. 12 Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. 13 Ἐν ἐμοὶ ὁ Θεὸς αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου. 14 Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.