86
Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ· διάψαλμα.
Μνησθήσομαι Ῥαὰβ, καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγεννήθησαν ἐκεῖ. Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.