124
1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, οὐ σαλευθήσεται εἰς αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ· 2 ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3 Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.
4 Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. 5 Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.