2
Τεκνὸν εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον. Ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου, εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.
10 Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; 11 Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως. 12 Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
13 Οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει, διὰ τοῦτο οὐ σκεπασθήσεται. 14 Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονὴν, καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;
15 Οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηπήσουσι τὰς ὁδοὺς αὐτοῦ. 16 Οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. 17 Οἱ φοβούμενοι Κύριον ἐτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ παπεινώσουσι τὰς ψυχὰς αὐτῶν. 18 Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.