9
A little precaution
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, περισσὸν μοί ἐστιν τὸ γράφειν ὑμῖν· οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ * ο f35 C [99%] RP,HF,OC,TR,CP ¦ το 𝕻46ℵB [1%] NU ἐξ εξ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι παρεσκευασμενοι rell ¦ παρασκευασμενοι [20%] ¦ παρασκευασαμενοι [3%] ἦτε —μή πως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν§ λεγωμεν f35 ℵB [93%] RP,HF,OC,TR,CP ¦ λεγω 𝕻46C [1%] NU ¦ λεγομεν [2%] ¦ omit whole clause [4%] [homoioteleuton] ὑμεῖς) ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.* της καυχησεως f35 (96.3%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C (3.7%) NU Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην προκατηγγελμενην f35 [96%] RP,HF,OC,TR,CP ¦ προεπηγγελμενην 𝕻46ℵB,C [3%] NU ¦ κατηγγελμενην [1%] εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς ως f35 𝕻46ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ ωσπερ [4%] TR ¦ — [1%] πλεονεξίαν.
Kingdom economics
Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται§ προαιρειται f35 [95%] RP,HF,OC,TR,CP ¦ προηρηται ℵB,C [1%] NU ¦ προειρηται [2%] ¦ four other variants [2%] τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς* δυνατος f35 [98%] RP,HF,OC,TR,CP ¦ δυνατει 𝕻46ℵB,C [2%] NU δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν— καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα»— 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα σπερμα f35 ℵC [99%] RP,HF,OC,TR,CP ¦ σπορον 𝕻46B [1%] NU τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγῆσαι, χορηγησαι f35 (95%) RP,HF,OC,TR,CP ¦ χορηγησει 𝕻46ℵB,C,048 (5%) NU (This form, and the next two, have usually been taken as Optative, but I understand them to be Aorist Infinitive.) καὶ πληθῦναι§ πληθυναι f35 (95.5%) RP,HF,OC,TR,CP ¦ πληθυνει 𝕻46ℵB,048 (4.5%) NU ¦ πληθυνη C τὸν σπόρον ὑμῶν καὶ αὐξῆσαι* αυξησαι f35 𝕻46 (95.8%) RP,HF,OC,TR,CP ¦ αυξησει ℵB,C,048 (4.2%) NU τὰ γενήματα γενηματα f35 𝕻46ℵB,C [94%] RP,HF,OC,CP,NU ¦ γεννηματα [6%] TR τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. 12 Ὅτι ἡ διακονία τῆς λειτουργίας λειτουργιας rell ¦ λειτουργειας C [2%] CP ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ 13 —διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας— 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾿ ὑμῖν.
15 Χάρις δὲ§ δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [2%] NU τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

*9:2 ο f35 C [99%] RP,HF,OC,TR,CP ¦ το 𝕻46ℵB [1%] NU

9:2 εξ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU

9:3 παρεσκευασμενοι rell ¦ παρασκευασμενοι [20%] ¦ παρασκευασαμενοι [3%]

§9:4 λεγωμεν f35 ℵB [93%] RP,HF,OC,TR,CP ¦ λεγω 𝕻46C [1%] NU ¦ λεγομεν [2%] ¦ omit whole clause [4%] [homoioteleuton]

*9:4 της καυχησεως f35 (96.3%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C (3.7%) NU

9:5 προκατηγγελμενην f35 [96%] RP,HF,OC,TR,CP ¦ προεπηγγελμενην 𝕻46ℵB,C [3%] NU ¦ κατηγγελμενην [1%]

9:5 ως f35 𝕻46ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ ωσπερ [4%] TR ¦ — [1%]

§9:7 προαιρειται f35 [95%] RP,HF,OC,TR,CP ¦ προηρηται ℵB,C [1%] NU ¦ προειρηται [2%] ¦ four other variants [2%]

*9:8 δυνατος f35 [98%] RP,HF,OC,TR,CP ¦ δυνατει 𝕻46ℵB,C [2%] NU

9:10 σπερμα f35 ℵC [99%] RP,HF,OC,TR,CP ¦ σπορον 𝕻46B [1%] NU

9:10 χορηγησαι f35 (95%) RP,HF,OC,TR,CP ¦ χορηγησει 𝕻46ℵB,C,048 (5%) NU (This form, and the next two, have usually been taken as Optative, but I understand them to be Aorist Infinitive.)

§9:10 πληθυναι f35 (95.5%) RP,HF,OC,TR,CP ¦ πληθυνει 𝕻46ℵB,048 (4.5%) NU ¦ πληθυνη C

*9:10 αυξησαι f35 𝕻46 (95.8%) RP,HF,OC,TR,CP ¦ αυξησει ℵB,C,048 (4.2%) NU

9:10 γενηματα f35 𝕻46ℵB,C [94%] RP,HF,OC,CP,NU ¦ γεννηματα [6%] TR

9:12 λειτουργιας rell ¦ λειτουργειας C [2%] CP

§9:15 δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [2%] NU