Jesus is born—4 BC
2
The ‘wise men’
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα* ιεροσολυμα rell ¦ ιερουσαλημ C,N,W [10%] λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα αυτου τον αστερα rell ¦ ~ 231 [1%] CP ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ηρωδης ο βασιλευς f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [2%] NU ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον§ ειπον rell ¦ ειπαν ℵB,NU αὐτῷ· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· ‹Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.› » Τότε Ἡρῴδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσεν παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, «Πορευθέντες ἀκριβῶς ἐξετάσατε* ακριβως εξετασατε f35 W [96%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵ(B)C(D) [4%] NU περὶ τοῦ Παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.»
The Star!
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη εστη f35 W [98%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C,D [2%] NU ἐπάνω οὗ ἦν τὸ Παιδίον. 10 Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον ειδον rell ¦ ιδον ℵC,W [5%] ¦ ευρον [5%] TR ¦ ειδαν B τὸ Παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα· χρυσὸν καὶ λίβανον καὶ σμύρναν. 12 Καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
The flight to Egypt
13 Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι, μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό.» 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. 15 Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ§ του f35 [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D,W [3%] NU Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.»
The massacre
16 Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. 17 Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ* υπο f35 [98%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [2%] NU Ἱερεμίου ἱερεμιου f35 OC,CP,TR ¦ ἰερεμιου RP,HF,NU τοῦ προφήτου λέγοντος· 18 «Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ θρηνος και f35 C,D,W (99.2%) RP,HF,OC,CP,TR ¦ — ℵB (0.7%) NU κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.»
The return to Natsareth
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδού, ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται§ κατ οναρ φαινεται f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,D [2%] NU τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ Παιδίου.» 21 Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν* ηλθεν f35 D,N,W [99%] RP,HF,OC,CP,TR ¦ εισηλθεν ℵB,C [1%] NU εἰς γῆν Ἰσραήλ. 22 Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ επι f35 C,D,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,N [5%] NU τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ηρωδου του πατρος αυτου f35 D,N [99.7%] RP,HF,OC,CP,TR ¦ ~ 2341 ℵB,C,W [0.3%] NU ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. Χρηματισθεὶς δὲ κατ᾿ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.

*2:1 ιεροσολυμα rell ¦ ιερουσαλημ C,N,W [10%]

2:2 αυτου τον αστερα rell ¦ ~ 231 [1%] CP

2:3 ηρωδης ο βασιλευς f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [2%] NU

§2:5 ειπον rell ¦ ειπαν ℵB,NU

*2:8 ακριβως εξετασατε f35 W [96%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵ(B)C(D) [4%] NU

2:9 εστη f35 W [98%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C,D [2%] NU

2:11 ειδον rell ¦ ιδον ℵC,W [5%] ¦ ευρον [5%] TR ¦ ειδαν B

§2:15 του f35 [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D,W [3%] NU

*2:17 υπο f35 [98%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [2%] NU

2:17 ἱερεμιου f35 OC,CP,TR ¦ ἰερεμιου RP,HF,NU

2:18 θρηνος και f35 C,D,W (99.2%) RP,HF,OC,CP,TR ¦ — ℵB (0.7%) NU

§2:19 κατ οναρ φαινεται f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,D [2%] NU

*2:21 ηλθεν f35 D,N,W [99%] RP,HF,OC,CP,TR ¦ εισηλθεν ℵB,C [1%] NU

2:22 επι f35 C,D,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,N [5%] NU

2:22 ηρωδου του πατρος αυτου f35 D,N [99.7%] RP,HF,OC,CP,TR ¦ ~ 2341 ℵB,C,W [0.3%] NU