7
More about law
Ἢ ἀγνοεῖτε, ἀδελφοί (γινώσκουσιν γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ, ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν, ζῶντος τοῦ ἀνδρός, μοιχαλὶς χρηματίσει* χρηματισει rell ¦ χρηματιζει [15%] ¦ χρηματησει [8%] ¦ three further spellings ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς υμας f35 ℵA,B,C [86%] OC,RP,HF,TR,NU ¦ 1 ανδρι [14%] CP ἑτέρῳ—τῷ ἐκ νεκρῶν ἐγερθέντι—ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, κατειχομεθα rell ¦ κατηχομεθα [15%] ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι Πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
Law and sin
Τί οὖν ἐροῦμεν;§ ερουμεν f35 ℵA,B,C [91%] OC,RP,HF,TR,NU ¦ 1 οτι [9%] CP Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, «Οὐκ ἐπιθυμήσεις.» Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο* κατειργασατο rell ¦ κατηργασατο B [20%] ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.
Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. Ἐγὼ δὲ ἔζων, χωρὶς νόμου, ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ανεζησεν rell ¦ εζησεν CP ἐγὼ δὲ ἀπέθανον. 10 Καί, εὑρέθη μοι ἡ ἐντολὴ ἡ η rell ¦ — [25%] εἰς ζωήν, αὕτη εἰς θάνατον. 11 Ἡ γὰρ ἁμαρτία, ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέν με, καὶ δι᾿§ δι rell ¦ δια OC αὐτῆς ἀπέκτεινεν. 12 Ὥστε, ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
Indwelling sin
13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν* γεγονεν f35 [97%] OC,RP,HF,TR,CP ¦ εγενετο ℵA,B,C [3%] NU θάνατος; Μὴ γένοιτο· ἀλλὰ αλλα rell ¦ αλλ C [30%] ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. 14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός σαρκικος f35 [85%] OC,RP,HF,TR,CP ¦ σαρκινος ℵA,B,C [15%] NU [In the context, ‘fleshly’ (not ‘physical’) is correct.] εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν 15 —ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω,§ πρασσω rell ¦ ποιω [13%] ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ.* ποιω rell ¦ πρασσω [13%] 16 Εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, αυτο rell ¦ αυτω [15%] ἀλλ᾿ αλλ rell ¦ αλλα B [1%] NU ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.§ ουχ ευρισκω f35 (93.6%) OC,RP,HF,TR,CP ¦ ου γινωσκω (2.5%) ¦ ου ℵA,B,C (2.3%) NU ¦ long omissions (1.5%) 19 Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ᾿* αλλ rell ¦ αλλα ℵB [1%] NU ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ εγω f35 ℵA [91%] OC,RP,HF,TR,CP[NU] ¦ — B,C [9%] τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ αλλ rell ¦ αλλα ℵB [1%] NU ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 Εὑρίσκω ἄρα τὸν νόμον, τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. 22 Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με§ με f35 (A)C [72%] RP,TR ¦ 1 εν ℵB [28%] OC,HF,CP,NU [OC is in small print] τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 Εὐχαριστῷ* ευχαριστω f35 ℵA [97%] OC,RP,HF,TR,CP ¦ χαρις δε [2%] NU ¦ χαρις B ¦ η χαρις [1%] τῷ Θεῷ—διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν, αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκί, νόμῳ ἁμαρτίας.

*7:3 χρηματισει rell ¦ χρηματιζει [15%] ¦ χρηματησει [8%] ¦ three further spellings

7:4 υμας f35 ℵA,B,C [86%] OC,RP,HF,TR,NU ¦ 1 ανδρι [14%] CP

7:6 κατειχομεθα rell ¦ κατηχομεθα [15%]

§7:7 ερουμεν f35 ℵA,B,C [91%] OC,RP,HF,TR,NU ¦ 1 οτι [9%] CP

*7:8 κατειργασατο rell ¦ κατηργασατο B [20%]

7:9 ανεζησεν rell ¦ εζησεν CP

7:10 η rell ¦ — [25%]

§7:11 δι rell ¦ δια OC

*7:13 γεγονεν f35 [97%] OC,RP,HF,TR,CP ¦ εγενετο ℵA,B,C [3%] NU

7:13 αλλα rell ¦ αλλ C [30%]

7:14 σαρκικος f35 [85%] OC,RP,HF,TR,CP ¦ σαρκινος ℵA,B,C [15%] NU [In the context, ‘fleshly’ (not ‘physical’) is correct.]

§7:15 πρασσω rell ¦ ποιω [13%]

*7:15 ποιω rell ¦ πρασσω [13%]

7:17 αυτο rell ¦ αυτω [15%]

7:17 αλλ rell ¦ αλλα B [1%] NU

§7:18 ουχ ευρισκω f35 (93.6%) OC,RP,HF,TR,CP ¦ ου γινωσκω (2.5%) ¦ ου ℵA,B,C (2.3%) NU ¦ long omissions (1.5%)

*7:19 αλλ rell ¦ αλλα ℵB [1%] NU

7:20 εγω f35 ℵA [91%] OC,RP,HF,TR,CP[NU] ¦ — B,C [9%]

7:20 αλλ rell ¦ αλλα ℵB [1%] NU

§7:23 με f35 (A)C [72%] RP,TR ¦ 1 εν ℵB [28%] OC,HF,CP,NU [OC is in small print]

*7:25 ευχαριστω f35 ℵA [97%] OC,RP,HF,TR,CP ¦ χαρις δε [2%] NU ¦ χαρις B ¦ η χαρις [1%]