2
1 Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ* ἡμέρᾳ τῇ τρίτῃ WH NA28 RP ] τρίτῃ ἡμέρᾳ Treg γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 ⸀καὶ† καὶ WH Treg NA28 ] – RPλέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι‡ Ὅ τι Treg NA28 RP ] Ὅτι WH ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι§ λίθιναι ὑδρίαι WH Treg NA28 ] ὑδρίαι λίθιναι RP ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι* κατὰ … Ἰουδαίων κείμεναι WH Treg NA28 ] κείμεναι κατὰ … Ἰουδαίων RP, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ† οἱ δὲ WH Treg NA28 ] Καὶ RP ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιν‡ μεθυσθῶσιν WH NA28 ] + τότε Treg RPτὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 ταύτην ⸀ἐποίησεν§ ἐποίησεν WH Treg NA28 ] + τὴν RPἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ* ἀδελφοὶ WH Treg ] + αὐτοῦ NA28 RPκαὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν ⸂τὰ κέρματα† τὰ κέρματα WH Treg ] τὸ κέρμα NA28 RP καὶ τὰς τραπέζας ⸀ἀνέστρεψεν‡ ἀνέστρεψεν Treg RP ] ἀνέτρεψεν WH NA28 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 ⸀ἐμνήσθησαν§ ἐμνήσθησαν WH Treg NA28 ] + δὲ RPοἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν* ὃν WH Treg NA28 ] ᾧ RPεἶπεν ὁ Ἰησοῦς.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· 24 αὐτὸς ⸀δὲ† δὲ WH Treg NA28 ] + ὁ RP Ἰησοῦς οὐκ ἐπίστευεν ⸀αὑτὸν‡ αὑτὸν WH ] αὐτὸν Treg NA28; ἑαυτὸν RPαὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
*2:1 ἡμέρᾳ τῇ τρίτῃ WH NA28 RP ] τρίτῃ ἡμέρᾳ Treg
†2:4 καὶ WH Treg NA28 ] – RP
‡2:5 Ὅ τι Treg NA28 RP ] Ὅτι WH
§2:6 λίθιναι ὑδρίαι WH Treg NA28 ] ὑδρίαι λίθιναι RP
*2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NA28 ] κείμεναι κατὰ … Ἰουδαίων RP
†2:8 οἱ δὲ WH Treg NA28 ] Καὶ RP
‡2:10 μεθυσθῶσιν WH NA28 ] + τότε Treg RP
§2:11 ἐποίησεν WH Treg NA28 ] + τὴν RP
*2:12 ἀδελφοὶ WH Treg ] + αὐτοῦ NA28 RP
†2:15 τὰ κέρματα WH Treg ] τὸ κέρμα NA28 RP
‡2:15 ἀνέστρεψεν Treg RP ] ἀνέτρεψεν WH NA28
§2:17 ἐμνήσθησαν WH Treg NA28 ] + δὲ RP
*2:22 ὃν WH Treg NA28 ] ᾧ RP
†2:24 δὲ WH Treg NA28 ] + ὁ RP
‡2:24 αὑτὸν WH ] αὐτὸν Treg NA28; ἑαυτὸν RP