4
Ὡς οὖν ἔγνω ὁ ⸀Ἰησοῦς* Ἰησοῦς NA28 ] κύριος WH Treg NIV RPὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης— καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ— ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν ⸀πάλιν πάλιν WH Treg NA28 ] – RPεἰς τὴν Γαλιλαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ ⸀τῷ τῷ WH NA28 ] – Treg RPἸωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ⸀ὡς§ ὡς WH Treg NA28 ] ὡσεὶ RPἕκτη.
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν· οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρʼ ἐμοῦ πεῖν αἰτεῖς ⸂γυναικὸς Σαμαρίτιδος οὔσης* γυναικὸς Σαμαρίτιδος οὔσης WH Treg NA28 ] οὔσης γυναικὸς Σαμαρείτιδος RP; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ ⸂ἡ γυνή ἡ γυνή Treg NA28 RP ] – WH· Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ ⸀διψήσει διψήσει WH Treg NA28 ] διψήσῃ RPεἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ⸀διέρχωμαι§ διέρχωμαι WH NA28 ] ἔρχωμαι Treg; ἔρχομαι RPἐνθάδε ἀντλεῖν.
16 Λέγει ⸀αὐτῇ* αὐτῇ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP Ὕπαγε φώνησον ⸂τὸν ἄνδρα σου τὸν ἄνδρα σου Treg NA28 RP ] σου τὸν ἄνδρα WH καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν ⸀αὐτῷ αὐτῷ WH NA28 ] – Treg RP Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου ⸂προσκυνεῖν δεῖ§ προσκυνεῖν δεῖ WH Treg NA28 ] δεῖ προσκυνεῖν RP. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς· ⸂Πίστευέ μοι, γύναι* Πίστευέ μοι, γύναι WH Treg NA28 ] Γύναι, πίστευέ μοι RP, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· 24 πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ⸀ἅπαντα ἅπαντα WH Treg NA28 ] πάντα RP 26 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ⸀ἐθαύμαζον ἐθαύμαζον WH Treg NA28 ] ἐθαύμασαν RPὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· Τί ζητεῖς; ἢ τί λαλεῖς μετʼ αὐτῆς; 28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· 29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ⸀ὅσα§ ὅσα Treg NA28 RP ] ἃ WHἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός; 30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31 ⸀Ἐν* Ἐν WH Treg NA28 ] + δὲ RPτῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ῥαββί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ⸀ποιήσω ποιήσω WH Treg NA28 ] ποιῶ RPτὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν· ἤδη 36 ⸀ὁ ὁ WH Treg NA28 ] Καὶ ὁ RP θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ⸀ἵνα§ ἵνα WH Treg NA28 ] + καὶ RPὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 ἐν γὰρ τούτῳ ὁ λόγος ⸀ἐστὶν* ἐστὶν WH Treg NA28 ] + ὁ RPἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων· 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ⸀ἃ ἃ WH Treg NA28 ] ὅσα RPἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ ⸀κόσμου κόσμου WH Treg NA28 ] + ὁ χριστός RP
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ⸀ἐκεῖθεν§ ἐκεῖθεν WH Treg NA28 ] + καὶ ἀπῆλθεν RPεἰς τὴν Γαλιλαίαν· 44 αὐτὸς ⸀γὰρ* γὰρ WH Treg NA28 ] + ὁ RPἸησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ⸀ὅσα ὅσα WH Treg NA28 ] ἃ RPἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 Ἦλθεν οὖν ⸀πάλιν πάλιν WH Treg NA28 ] + ὁ Ἰησοῦς RPεἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ⸀ἠρώτα§ ἠρώτα WH Treg NA28 ] + αὐτὸν RPἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. ⸀ἐπίστευσεν* ἐπίστευσεν WH Treg NA28 ] καὶ ἐπίστευσεν RP ὁ ἄνθρωπος τῷ λόγῳ ⸀ὃν ὃν WH Treg NA28 ] ᾧ RPεἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ⸀ὑπήντησαν ὑπήντησαν WH Treg NA28 ] ἀπήντησαν RP ⸀αὐτῷ§ αὐτῷ WH NA28 ] + καὶ ἀπήγγειλαν Treg RP λέγοντες ὅτι ὁ παῖς ⸀αὐτοῦ* αὐτοῦ WH Treg NA28 ] σου RPζῇ. 52 ἐπύθετο οὖν ⸂τὴν ὥραν παρʼ αὐτῶν τὴν ὥραν παρʼ αὐτῶν WH Treg NA28 ] παρʼ αὐτῶν τὴν ὥραν RP ἐν ᾗ κομψότερον ἔσχεν· ⸂εἶπαν οὖν εἶπαν οὖν WH Treg NA28 ] Καὶ εἶπον RP αὐτῷ ὅτι ⸀Ἐχθὲς§ Ἐχθὲς WH Treg NA28 ] Χθὲς RPὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ⸀ὅτι* ὅτι WH ] + ἐν Treg NA28 RPἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ⸀Ἰησοῦς Ἰησοῦς WH Treg NA28 ] + ὅτι RP Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 τοῦτο ⸀δὲ δὲ WH Treg NA28 ] – RPπάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

*4:1 Ἰησοῦς NA28 ] κύριος WH Treg NIV RP

4:3 πάλιν WH Treg NA28 ] – RP

4:5 τῷ WH NA28 ] – Treg RP

§4:6 ὡς WH Treg NA28 ] ὡσεὶ RP

*4:9 γυναικὸς Σαμαρίτιδος οὔσης WH Treg NA28 ] οὔσης γυναικὸς Σαμαρείτιδος RP

4:11 ἡ γυνή Treg NA28 RP ] – WH

4:14 διψήσει WH Treg NA28 ] διψήσῃ RP

§4:15 διέρχωμαι WH NA28 ] ἔρχωμαι Treg; ἔρχομαι RP

*4:16 αὐτῇ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP

4:16 τὸν ἄνδρα σου Treg NA28 RP ] σου τὸν ἄνδρα WH

4:17 αὐτῷ WH NA28 ] – Treg RP

§4:20 προσκυνεῖν δεῖ WH Treg NA28 ] δεῖ προσκυνεῖν RP

*4:21 Πίστευέ μοι, γύναι WH Treg NA28 ] Γύναι, πίστευέ μοι RP

4:25 ἅπαντα WH Treg NA28 ] πάντα RP

4:27 ἐθαύμαζον WH Treg NA28 ] ἐθαύμασαν RP

§4:29 ὅσα Treg NA28 RP ] ἃ WH

*4:31 Ἐν WH Treg NA28 ] + δὲ RP

4:34 ποιήσω WH Treg NA28 ] ποιῶ RP

4:36 ὁ WH Treg NA28 ] Καὶ ὁ RP

§4:36 ἵνα WH Treg NA28 ] + καὶ RP

*4:37 ἐστὶν WH Treg NA28 ] + ὁ RP

4:39 ἃ WH Treg NA28 ] ὅσα RP

4:42 κόσμου WH Treg NA28 ] + ὁ χριστός RP

§4:43 ἐκεῖθεν WH Treg NA28 ] + καὶ ἀπῆλθεν RP

*4:44 γὰρ WH Treg NA28 ] + ὁ RP

4:45 ὅσα WH Treg NA28 ] ἃ RP

4:46 πάλιν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§4:47 ἠρώτα WH Treg NA28 ] + αὐτὸν RP

*4:50 ἐπίστευσεν WH Treg NA28 ] καὶ ἐπίστευσεν RP

4:50 ὃν WH Treg NA28 ] ᾧ RP

4:51 ὑπήντησαν WH Treg NA28 ] ἀπήντησαν RP

§4:51 αὐτῷ WH NA28 ] + καὶ ἀπήγγειλαν Treg RP

*4:51 αὐτοῦ WH Treg NA28 ] σου RP

4:52 τὴν ὥραν παρʼ αὐτῶν WH Treg NA28 ] παρʼ αὐτῶν τὴν ὥραν RP

4:52 εἶπαν οὖν WH Treg NA28 ] Καὶ εἶπον RP

§4:52 Ἐχθὲς WH Treg NA28 ] Χθὲς RP

*4:53 ὅτι WH ] + ἐν Treg NA28 RP

4:53 Ἰησοῦς WH Treg NA28 ] + ὅτι RP

4:54 δὲ WH Treg NA28 ] – RP