14
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι* ὅτι WH Treg NA28 ] – RPπορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ καὶ WH Treg NA28 ] – RP ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν τόπον ὑμῖν WH Treg NA28 ] ὑμῖν τόπον RP, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε ⸂τὴν ὁδόν§ τὴν ὁδόν WH Treg NA28 ] καὶ τὴν ὁδὸν οἴδατε RP. λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς* πῶς WH Treg NA28 ] καὶ πῶς RP ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι δυνάμεθα τὴν ὁδὸν εἰδέναι NA28 RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg; λέγει αὐτῷ ⸀ὁ ὁ Treg NA28 RP ] – WHἸησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ. εἰ ⸀ἐγνώκειτέ§ ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA28 με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε* ἂν ᾔδειτε WH Treg NIV ] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA28 · ⸀ἀπʼ ἀπʼ WH Treg ] καὶ ἀπʼ NA28 RP ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν αὐτόν Treg NA28 RP ] – WH
Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ§ Τοσούτῳ χρόνῳ NA28 ] Τοσοῦτον χρόνον WH Treg RP μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς* πῶς WH NA28 ] καὶ πῶς Treg RPσὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω λέγω WH Treg NA28 ] λαλῶ RP ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ πατὴρ WH NA28 ] + ὁ Treg RP ἐν ἐμοὶ ⸀μένων§ μένων WH Treg NA28 ] + αὐτὸς RP ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ* αὐτοῦ WH Treg NA28 ] – RP 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε πιστεύετε WH NA28 ] + μοι Treg RP 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα πατέρα WH Treg NA28 ] + μου RPπορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ ⸀με§ με WH NA28 RP ] – Treg ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ* ἐγὼ Treg NA28 RP ] τοῦτο WH ποιήσω.
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε τηρήσετε WH Treg NA28 ] τηρήσατε RP 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ ᾖ WH Treg ] – NA28; + μένῃ RP μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα§ αἰῶνα WH Treg RP ] + ᾖ NA28 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει* γινώσκει WH NA28 ] + αὐτό Treg RP ⸀ὑμεῖς ὑμεῖς WH NA28 ] + δὲ Treg RP γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται ἔσται NA28 RP ] ἐστίν WH Treg
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε§ ζήσετε WH Treg NA28 ] ζήσεσθε RP 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς* γνώσεσθε ὑμεῖς NA28 RP ] ὑμεῖς γνώσεσθε WH Treg ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί τί WH Treg ] καὶ τί NA28 RPγέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα ποιησόμεθα WH Treg NA28 ] ποιήσομεν RP 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν§ ὑμῖν Treg RP ] + ἐγώ WH NA28 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι* ὅτι WH Treg NA28 ] + εἶπον RP ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ πατὴρ WH Treg NA28 ] + μου RPμείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατο ἐνετείλατο NA28 RP ] ἐντολὴν ἔδωκέν WH Tregμοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

*14:2 ὅτι WH Treg NA28 ] – RP

14:3 καὶ WH Treg NA28 ] – RP

14:3 τόπον ὑμῖν WH Treg NA28 ] ὑμῖν τόπον RP

§14:4 τὴν ὁδόν WH Treg NA28 ] καὶ τὴν ὁδὸν οἴδατε RP

*14:5 πῶς WH Treg NA28 ] καὶ πῶς RP

14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NA28 RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg

14:6 ὁ Treg NA28 RP ] – WH

§14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA28

*14:7 ἂν ᾔδειτε WH Treg NIV ] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA28

14:7 ἀπʼ WH Treg ] καὶ ἀπʼ NA28 RP

14:7 αὐτόν Treg NA28 RP ] – WH

§14:9 Τοσούτῳ χρόνῳ NA28 ] Τοσοῦτον χρόνον WH Treg RP

*14:9 πῶς WH NA28 ] καὶ πῶς Treg RP

14:10 λέγω WH Treg NA28 ] λαλῶ RP

14:10 πατὴρ WH NA28 ] + ὁ Treg RP

§14:10 μένων WH Treg NA28 ] + αὐτὸς RP

*14:10 αὐτοῦ WH Treg NA28 ] – RP

14:11 πιστεύετε WH NA28 ] + μοι Treg RP

14:12 πατέρα WH Treg NA28 ] + μου RP

§14:14 με WH NA28 RP ] – Treg

*14:14 ἐγὼ Treg NA28 RP ] τοῦτο WH

14:15 τηρήσετε WH Treg NA28 ] τηρήσατε RP

14:16 ᾖ WH Treg ] – NA28; + μένῃ RP

§14:16 αἰῶνα WH Treg RP ] + ᾖ NA28

*14:17 γινώσκει WH NA28 ] + αὐτό Treg RP

14:17 ὑμεῖς WH NA28 ] + δὲ Treg RP

14:17 ἔσται NA28 RP ] ἐστίν WH Treg

§14:19 ζήσετε WH Treg NA28 ] ζήσεσθε RP

*14:20 γνώσεσθε ὑμεῖς NA28 RP ] ὑμεῖς γνώσεσθε WH Treg

14:22 τί WH Treg ] καὶ τί NA28 RP

14:23 ποιησόμεθα WH Treg NA28 ] ποιήσομεν RP

§14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NA28

*14:28 ὅτι WH Treg NA28 ] + εἶπον RP

14:28 πατὴρ WH Treg NA28 ] + μου RP

14:31 ἐνετείλατο NA28 RP ] ἐντολὴν ἔδωκέν WH Treg