16
Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν* ⸀αὐτῶν WH Treg NA28 ] – NIV RP μνημονεύητε ⸁αὐτῶν ⸁αὐτῶν WH Treg RP NA28 ] – NIVὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ γὰρ WH Treg NA28 ] + ἐγὼ RP μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ§ οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NA28 RP πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα* πατέρα WH Treg NA28 ] + μου RPὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν ὑμῖν λέγειν WH Treg NA28 ] λέγειν ὑμῖν RP, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ ἐν τῇ ἀληθείᾳ πάσῃ NA28 ] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP , οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει§ ἀκούσει Treg NA28 ] ἀκούει WH; ἂν ἀκούσῃ RPλαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
16 Μικρὸν καὶ ⸀οὐκέτι* οὐκέτι WH Treg NA28 ] οὐ RP θεωρεῖτέ με με WH Treg NA28 ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι Ὅτι WH Treg NA28 ] + Ἐγὼ RPὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο§ Τί ἐστιν τοῦτο WH Treg NA28 ] Τοῦτο τί ἐστιν RP ὃ ⸀λέγει* λέγει WH Treg ] + τὸ NA28 RPμικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 ⸀ἔγνω ἔγνω WH Treg ] + ὁ NA28; + οὖν ὁ RPἸησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὑμεῖς WH Treg NA28 ] + δὲ RP ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην§ νῦν μὲν λύπην WH Treg NA28 ] λύπην μὲν νῦν RP ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει* αἴρει NA28 RP ] ἀρεῖ WH Tregἀφʼ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι ἄν τι WH Treg NA28 ] ὅτι ὅσα ἄν RP αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NA28 RP. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται§ ἔρχεται WH Treg NA28 ] ἀλλʼ ἔρχεται RP ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ* ἀπαγγελῶ WH Treg NA28 ] ἀναγγελῶ RPὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ θεοῦ NA28 RP ] πατρὸς WH Tregἐξῆλθον. 28 ἐξῆλθον ⸀ἐκ ἐκ WH Treg ] παρὰ NA28 RPτοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
29 ⸀Λέγουσιν§ Λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν* ἐν WH Treg NA28 ] – RPπαρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη ⸀αὐτοῖς αὐτοῖς WH Treg NA28 ] + ὁ RPἸησοῦς· Ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ καὶ WH Treg NA28 ] νῦν RPἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

*16:4 ⸀αὐτῶν WH Treg NA28 ] – NIV RP

16:4 ⸁αὐτῶν WH Treg RP NA28 ] – NIV

16:7 γὰρ WH Treg NA28 ] + ἐγὼ RP

§16:7 οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NA28 RP

*16:10 πατέρα WH Treg NA28 ] + μου RP

16:12 ὑμῖν λέγειν WH Treg NA28 ] λέγειν ὑμῖν RP

16:13 ἐν τῇ ἀληθείᾳ πάσῃ NA28 ] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP

§16:13 ἀκούσει Treg NA28 ] ἀκούει WH; ἂν ἀκούσῃ RP

*16:16 οὐκέτι WH Treg NA28 ] οὐ RP

16:16 με WH Treg NA28 ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP

16:17 Ὅτι WH Treg NA28 ] + Ἐγὼ RP

§16:18 Τί ἐστιν τοῦτο WH Treg NA28 ] Τοῦτο τί ἐστιν RP

*16:18 λέγει WH Treg ] + τὸ NA28 RP

16:19 ἔγνω WH Treg ] + ὁ NA28; + οὖν ὁ RP

16:20 ὑμεῖς WH Treg NA28 ] + δὲ RP

§16:22 νῦν μὲν λύπην WH Treg NA28 ] λύπην μὲν νῦν RP

*16:22 αἴρει NA28 RP ] ἀρεῖ WH Treg

16:23 ἄν τι WH Treg NA28 ] ὅτι ὅσα ἄν RP

16:23 δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NA28 RP

§16:25 ἔρχεται WH Treg NA28 ] ἀλλʼ ἔρχεται RP

*16:25 ἀπαγγελῶ WH Treg NA28 ] ἀναγγελῶ RP

16:27 θεοῦ NA28 RP ] πατρὸς WH Treg

16:28 ἐκ WH Treg ] παρὰ NA28 RP

§16:29 Λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP

*16:29 ἐν WH Treg NA28 ] – RP

16:31 αὐτοῖς WH Treg NA28 ] + ὁ RP

16:32 καὶ WH Treg NA28 ] νῦν RP