26
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Τότε συνήχθησαν οἱ ⸀ἀρχιερεῖς* ἀρχιερεῖς WH Treg NA28 ] + καὶ οἱ γραμματεῖς RPκαὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ⸂ἔχουσα ἀλάβαστρον μύρου ἔχουσα ἀλάβαστρον μύρου WH Treg NA28 ] ἀλάβαστρον μύρου ἔχουσα RP βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς τῆς κεφαλῆς WH Treg NA28 ] τὴν κεφαλὴν RP αὐτοῦ ἀνακειμένου. ἰδόντες δὲ οἱ ⸀μαθηταὶ§ μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RPἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἐδύνατο γὰρ ⸀τοῦτο* τοῦτο WH Treg NA28 ] + τὸ μύρον NIV RPπραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ ⸀λέγοντες λέγοντες WH Treg NA28 ] αὐτῷ RP Ποῦ θέλεις ⸀ἑτοιμάσωμέν ἑτοιμάσωμέν WH Treg NA28 ] ἑτοιμάσομέν RPσοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸀μαθητῶν§ μαθητῶν WH ] – Treg NA28 RP 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ⸂εἷς ἕκαστος* εἷς ἕκαστος WH Treg NA28 ] ἕκαστος αὐτῶν RP· Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ ⸂τὴν χεῖρα ἐν τῷ τρυβλίῳ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NA28 ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ⸀ἄρτον ἄρτον WH Treg NA28 ] τὸν ἄρτον RP καὶ ⸀εὐλογήσας§ εὐλογήσας WH Treg NA28 ] εὐχαριστήσας RP ἔκλασεν καὶ ⸂δοὺς τοῖς μαθηταῖς* δοὺς τοῖς μαθηταῖς WH Treg NA28 ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ ⸀λαβὼν λαβὼν WH Treg NA28 ] + τὸ RPποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά ⸀μου μου WH Treg NA28 ] + τὸ RP ⸀τῆς§ τῆς WH NA28 ] + καινῆς Treg RPδιαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ ⸀ὑμῖν* ὑμῖν WH Treg NA28 ] + ὅτι RP οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ ⸀διασκορπισθήσονται διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται RPτὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ⸀ἐγὼ ἐγὼ WH Treg NA28 ] + δὲ RPοὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ⸀ἀπαρνήσομαι§ ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP ⸀ὁμοίως* ὁμοίως WH Treg NA28 ] + δὲ RPκαὶ πάντες οἱ μαθηταὶ εἶπαν.
36 Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ⸂ἐκεῖ προσεύξωμαι ἐκεῖ προσεύξωμαι WH Treg NA28 ] προσεύξωμαι ἐκεῖ RP. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει ⸀αὐτοῖς αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ. 39 καὶ ⸀προελθὼν§ προελθὼν WH NA28 ] προσελθὼν Treg RPμικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται ⸀τοῦτο* τοῦτο WH Treg NA28 ] + τὸ ποτήριον RP ⸀παρελθεῖν παρελθεῖν WH Treg NA28 ] + ἀπʼ ἐμοῦ RPἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς πάλιν εὗρεν αὐτοὺς WH Treg NA28 ] εὑρίσκει αὐτοὺς πάλιν RP καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἀπελθὼν§ πάλιν ἀπελθὼν WH Treg NA28 ] ἀπελθὼν πάλιν RP προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν ⸀πάλιν* πάλιν WH NA28 ] – Treg RP 45 τότε ἔρχεται πρὸς τοὺς ⸀μαθητὰς μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ τὸ Treg NA28 RP ] – WHλοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ⸀ὃ§ ὃ WH Treg NA28 ] ᾧ RPπάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου* τὴν μάχαιράν σου WH Treg NA28 ] σου τὴν μάχαιραν RP εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται ἀπολοῦνται WH Treg NA28 ] ἀποθανοῦνται RP 53 ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαι δύναμαι WH Treg NA28 ] + ἄρτι RP παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω§ ἄρτι πλείω WH Treg NA28 ] πλείους ἢ RP δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ⸀ἡμέραν* ἡμέραν WH NA28 ] + πρὸς ὑμᾶς Treg RP ⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NA28 ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς ⸀καὶ καὶ WH Treg NA28 ] + οἱ πρεσβύτεροι καὶ RP τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν§ αὐτὸν θανατώσωσιν WH NA28 ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP, 60 καὶ οὐχ εὗρον ⸂πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο⸃* 60–61 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NA28 ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP οἰκοδομῆσαι WH Treg NA28 ] + αὐτόν RP 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. ⸀καὶ καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RPὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ ⸀λέγων§ λέγων WH Treg NA28 ] + ὅτι RP Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν ⸀βλασφημίαν* βλασφημίαν WH Treg NA28 ] + αὐτοῦ RP 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω ἐκάθητο ἔξω WH Treg NA28 ] ἔξω ἐκάθητο RP ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθεν ἔμπροσθεν WH Treg NA28 ] + αὐτῶν RPπάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα ⸀δὲ§ δὲ WH Treg NA28 ] + αὐτὸν RP εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖς* τοῖς WH Treg NA28 ] αὐτοῖς RP ἐκεῖ· ⸀Οὗτος Οὗτος WH NA28 ] Καὶ οὗτος Treg RPἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέως εὐθέως NA28 RP ] εὐθὺς WH Tregἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματος§ ῥήματος WH Treg NA28 ] + τοῦ RP Ἰησοῦ ⸀εἰρηκότος* εἰρηκότος WH Treg NA28 ] + αὐτῷ RPὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

*26:3 ἀρχιερεῖς WH Treg NA28 ] + καὶ οἱ γραμματεῖς RP

26:7 ἔχουσα ἀλάβαστρον μύρου WH Treg NA28 ] ἀλάβαστρον μύρου ἔχουσα RP

26:7 τῆς κεφαλῆς WH Treg NA28 ] τὴν κεφαλὴν RP

§26:8 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

*26:9 τοῦτο WH Treg NA28 ] + τὸ μύρον NIV RP

26:17 λέγοντες WH Treg NA28 ] αὐτῷ RP

26:17 ἑτοιμάσωμέν WH Treg NA28 ] ἑτοιμάσομέν RP

§26:20 μαθητῶν WH ] – Treg NA28 RP

*26:22 εἷς ἕκαστος WH Treg NA28 ] ἕκαστος αὐτῶν RP

26:23 τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NA28 ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP

26:26 ἄρτον WH Treg NA28 ] τὸν ἄρτον RP

§26:26 εὐλογήσας WH Treg NA28 ] εὐχαριστήσας RP

*26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NA28 ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP

26:27 λαβὼν WH Treg NA28 ] + τὸ RP

26:28 μου WH Treg NA28 ] + τὸ RP

§26:28 τῆς WH NA28 ] + καινῆς Treg RP

*26:29 ὑμῖν WH Treg NA28 ] + ὅτι RP

26:31 διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται RP

26:33 ἐγὼ WH Treg NA28 ] + δὲ RP

§26:35 ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP

*26:35 ὁμοίως WH Treg NA28 ] + δὲ RP

26:36 ἐκεῖ προσεύξωμαι WH Treg NA28 ] προσεύξωμαι ἐκεῖ RP

26:38 αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§26:39 προελθὼν WH NA28 ] προσελθὼν Treg RP

*26:42 τοῦτο WH Treg NA28 ] + τὸ ποτήριον RP

26:42 παρελθεῖν WH Treg NA28 ] + ἀπʼ ἐμοῦ RP

26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NA28 ] εὑρίσκει αὐτοὺς πάλιν RP

§26:44 πάλιν ἀπελθὼν WH Treg NA28 ] ἀπελθὼν πάλιν RP

*26:44 πάλιν WH NA28 ] – Treg RP

26:45 μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP

26:45 τὸ Treg NA28 RP ] – WH

§26:50 ὃ WH Treg NA28 ] ᾧ RP

*26:52 τὴν μάχαιράν σου WH Treg NA28 ] σου τὴν μάχαιραν RP

26:52 ἀπολοῦνται WH Treg NA28 ] ἀποθανοῦνται RP

26:53 δύναμαι WH Treg NA28 ] + ἄρτι RP

§26:53 ἄρτι πλείω WH Treg NA28 ] πλείους ἢ RP

*26:55 ἡμέραν WH NA28 ] + πρὸς ὑμᾶς Treg RP

26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NA28 ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP

26:59 καὶ WH Treg NA28 ] + οἱ πρεσβύτεροι καὶ RP

§26:59 αὐτὸν θανατώσωσιν WH NA28 ] αὐτὸν θανατώσουσιν Treg; θανατώσωσιν αὐτόν RP

*26:60 60–61 πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο WH Treg NA28 ] καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες RP

26:60 οἰκοδομῆσαι WH Treg NA28 ] + αὐτόν RP

26:63 καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP

§26:65 λέγων WH Treg NA28 ] + ὅτι RP

*26:65 βλασφημίαν WH Treg NA28 ] + αὐτοῦ RP

26:69 ἐκάθητο ἔξω WH Treg NA28 ] ἔξω ἐκάθητο RP

26:70 ἔμπροσθεν WH Treg NA28 ] + αὐτῶν RP

§26:71 δὲ WH Treg NA28 ] + αὐτὸν RP

*26:71 τοῖς WH Treg NA28 ] αὐτοῖς RP

26:71 Οὗτος WH NA28 ] Καὶ οὗτος Treg RP

26:74 εὐθέως NA28 RP ] εὐθὺς WH Treg

§26:75 ῥήματος WH Treg NA28 ] + τοῦ RP

*26:75 εἰρηκότος WH Treg NA28 ] + αὐτῷ RP