6
Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; * ⸆ – RP f35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL ⸆ Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐστὶν TR * ⸋ ἔνι RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ἔνι⸌ ἐν ὑμῖν * ⸂ σοφὸς οὐδὲ εἷς RP f35 TR ¦ οὐδεὶς σοφὸς TNT2 WH NA NIV SBL ⸂σοφὸς οὐδὲ εἷς,⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἤδη μὲν * ⸋ οὖν RP f35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 ⸋οὖν⸌ ὅλως ἥττημα * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐν TR ⸆ ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ * ⸂ ταῦτα RP f35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL ⸂ταῦτα⸃ ἀδελφούς. Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι * ⸉ βασιλείαν θεοῦ RP f35 TR ¦ θεοῦ βασιλείαν TNT2 WH NA NIV SBL ⸉βασιλείαν θεοῦ⸊ οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10  * ⸂ οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι RP f35 ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι TR ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι TNT2 WH NA NIV SBL ⸂οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι,⸃ οὐχ ἅρπαγες, βασιλείαν θεοῦ * ⸋ οὐ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὐ⸌ κληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι * ⸂ τοῦ κυρίου Ἰησοῦ RP f35 TR SBL ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ TNT2 NA NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ WH ⸂τοῦ κυρίου Ἰησοῦ,⸃ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16  * ⸆ – RP ¦ Ἢ f35 TR TNT2 WH NA NIV SBL ⸆ Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, * ⸋ καὶ ἐν τῷ πνεύματι … τοῦ θεοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ θεοῦ.⸌

*6:2 ⸆ – RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL

*6:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστὶν TR

*6:5 ⸋ ἔνι RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*6:5 ⸂ σοφὸς οὐδὲ εἷς RP f 35 TR ¦ οὐδεὶς σοφὸς TNT2 WH NA NIV SBL

*6:7 ⸋ οὖν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73

*6:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR

*6:8 ⸂ ταῦτα RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL

*6:9 ⸉ βασιλείαν θεοῦ RP f 35 TR ¦ θεοῦ βασιλείαν TNT2 WH NA NIV SBL

*6:10 ⸂ οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι RP f 35 ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι TR ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι TNT2 WH NA NIV SBL

*6:10 ⸋ οὐ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:11 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR SBL ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ TNT2 NA NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ WH

*6:16 ⸆ – RP ¦ Ἢ f 35 TR TNT2 WH NA NIV SBL

*6:20 ⸋ καὶ ἐν τῷ πνεύματι … τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL