8
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Εἰ * ⸋ δέ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δέ⸌ τις δοκεῖ * ⸂ εἰδέναι … ἔγνωκεν … γνῶναι RP f35 ¦ εἰδέναι … ἔγνωκε … γνῶναι TR ¦ ἐγνωκέναι … ἔγνω … γνῶναι TNT2 WH NA NIV SBL ⸂εἰδέναι τι, *2 οὐδέπω οὐδὲν RP f35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL 2οὐδέπω οὐδὲν⸃ ἔγνωκεν καθὼς δεῖ γνῶναι·⸃ εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς * ⸋ ἕτερος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἕτερος⸌ εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί, * ⸂ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς RP TNT2 WH NA NIV SBL ¦ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς f35 TR ⸂εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς·⸃ ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί· ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ * ⸂ συνειδήσει RP f35 TR ¦ συνηθείᾳ TNT2 WH NA NIV SBL ⸂συνειδήσει⸃ * ⸉ τοῦ εἰδώλου ἕως ἄρτι RP f35 TR ¦ ἕως ἄρτι τοῦ εἰδώλου TNT2 WH NA NIV SBL ⸉τοῦ εἰδώλου ἕως ἄρτι⸊ ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Βρῶμα δὲ ἡμᾶς οὐ * ⸂ παρίστησιν RP f35 ¦ παρίστησι TR ¦ παραστήσει TNT2 WH NA NIV SBL ⸂παρίστησιν⸃ τῷ θεῷ· οὔτε * ⸋ γὰρ RP f35 TR SBL ¦ – TNT2 WH NA NIV ⸋γὰρ⸌ *2 ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP f35 TR SBL ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα TNT2 ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA NIV 2ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.⸃ Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς * ⸂ ἀσθενοῦσιν RP f35 TR ¦ ἀσθενέσιν TNT2 WH NA NIV SBL ⸂ἀσθενοῦσιν.⸃ 10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11  * ⸂ Καὶ ἀπολεῖται RP f35 TR ¦ Ἀπόλλυται γὰρ TNT2 WH NA NIV SBL ⸂Καὶ ἀπολεῖται⸃ *2 ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει RP f35 TR ¦ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς TNT2 WH NA NIV SBL 2ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,⸃ δι᾽ ὃν χριστὸς ἀπέθανεν; 12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε. 13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

*8:2 ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:2 ⸂ εἰδέναι … ἔγνωκεν … γνῶναι RP f 35 ¦ εἰδέναι … ἔγνωκε … γνῶναι TR ¦ ἐγνωκέναι … ἔγνω … γνῶναι TNT2 WH NA NIV SBL

*8:2 ⸂2 οὐδέπω οὐδὲν RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL

*8:4 ⸋ ἕτερος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:5 ⸂ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς RP TNT2 WH NA NIV SBL ¦ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς f 35 TR

*8:7 ⸂ συνειδήσει RP f 35 TR ¦ συνηθείᾳ TNT2 WH NA NIV SBL

*8:7 ⸉ τοῦ εἰδώλου ἕως ἄρτι RP f 35 TR ¦ ἕως ἄρτι τοῦ εἰδώλου TNT2 WH NA NIV SBL

*8:8 ⸂ παρίστησιν RP f 35 ¦ παρίστησι TR ¦ παραστήσει TNT2 WH NA NIV SBL

*8:8 ⸋ γὰρ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV

*8:8 ⸂2 ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP f 35 TR SBL ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα TNT2 ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA NIV

*8:9 ⸂ ἀσθενοῦσιν RP f 35 TR ¦ ἀσθενέσιν TNT2 WH NA NIV SBL

*8:11 ⸂ Καὶ ἀπολεῖται RP f 35 TR ¦ Ἀπόλλυται γὰρ TNT2 WH NA NIV SBL

*8:11 ⸂2 ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει RP f 35 TR ¦ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς TNT2 WH NA NIV SBL