11
Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ χριστοῦ.
Ἐπαινῶ δὲ ὑμᾶς, * ⸋ ἀδελφοί RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀδελφοί,⸌ ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν· κεφαλὴ δὲ γυναικός, ὁ ἀνήρ· κεφαλὴ δὲ * ⸆ – RP f35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL ⸆ χριστοῦ, ὁ θεός. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν * ⸂ ἑαυτῆς RP f35 TR ¦ αὐτῆς TNT2 WH NA NIV SBL ⸂ἑαυτῆς·⸃ ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· * ⸆ – RP f35 TR ¦ ἡ TNT2 WH NA NIV SBL ⸆ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 Πλὴν * ⸉ οὔτε ἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός RP f35 TR ¦ οὔτε γυνὴ χωρὶς ἀνδρός, οὔτε ἀνὴρ χωρὶς γυναικός TNT2 WH NA NIV SBL ⸉οὔτε ἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός,⸊ ἐν κυρίῳ. 12 Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13 Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14  * ⸋ Ἢ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἢ⸌ οὐδὲ * ⸉ αὐτὴ ἡ φύσις RP f35 TR ¦ ἡ φύσις αὐτὴ TNT2 WH NA NIV SBL ⸉αὐτὴ ἡ φύσις⸊ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστίν; 15 Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. * ⸆ – RP f35 SBL ¦ αὐτῇ TR TNT2 WH NA NIV 16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17 Τοῦτο δὲ * ⸂ παραγγέλλων οὐκ ἐπαινῶ RP f35 TR WH NA NIV SBL ¦ παραγγέλλω οὐκ ἐπαινῶν TNT2 ⸂παραγγέλλων οὐκ ἐπαινῶ,⸃ ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε. 18 Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τῇ TR ⸆ ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19 Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα * ⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. 21 Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί * ⸉ ὑμῖν εἴπω RP f35 TR ¦ εἴπω ὑμῖν TNT2 WH NA NIV SBL ⸉ὑμῖν εἴπω;⸊ Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ. 23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον, 24 καὶ εὐχαριστήσας ἔκλασεν, καὶ εἶπεν, * ⸋ Λάβετε, φάγετε RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Λάβετε, φάγετε,⸌ Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν *2 κλώμενον RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2κλώμενον·⸌ τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, * ⸂ ὁσάκις ἂν πίνητε … Ὁσάκις γὰρ ἂν ἐσθίητε RP f35 TR ¦ ὁσάκις ἐὰν πίνητε … Ὁσάκις γὰρ ἐὰν ἐσθίητε TNT2 WH NA NIV SBL ⸂ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 Ὁσάκις γὰρ ἂν ἐσθίητε⸃ * ⸂ τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο RP f35 TR ¦ τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον TNT2 WH NA NIV SBL ⸂τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο⸃ πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε ἄχρι οὗ * ⸋ ἂν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἂν⸌ ἔλθῃ. 27 Ὥστε ὃς ἂν * ⸂ ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου RP ¦ ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως f35 TR ¦ ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως TNT2 WH NA NIV SBL ⸂ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου,⸃ ἔνοχος ἔσται *2 τοῦ σώματος καὶ τοῦ αἵματος RP f35 TNT2 WH NA NIV SBL ¦ τοῦ σώματος καὶ αἵματος TR 2τοῦ σώματος καὶ τοῦ αἵματος⸃ τοῦ κυρίου. 28 Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. 29 Ὁ γὰρ ἐσθίων καὶ πίνων * ⸋ ἀναξίως RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀναξίως,⸌ κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα *2 τοῦ κυρίου RP f35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL 2τοῦ κυρίου.⸌ 30 Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. 31 Εἰ * ⸂ γὰρ RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂γὰρ⸃ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. 32 Κρινόμενοι δέ, ὑπὸ * ⸆ – RP f35 TR SBL ¦ τοῦ TNT2 WH NA NIV ⸆ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. 33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. 34 Εἰ * ⸋ δέ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δέ⸌ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.

*11:2 ⸋ ἀδελφοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:3 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL

*11:5 ⸂ ἑαυτῆς RP f 35 TR ¦ αὐτῆς TNT2 WH NA NIV SBL

*11:7 ⸆ – RP f 35 TR ¦ ἡ TNT2 WH NA NIV SBL

*11:11 ⸉ οὔτε ἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός RP f 35 TR ¦ οὔτε γυνὴ χωρὶς ἀνδρός, οὔτε ἀνὴρ χωρὶς γυναικός TNT2 WH NA NIV SBL

*11:14 ⸋ Ἢ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:14 ⸉ αὐτὴ ἡ φύσις RP f 35 TR ¦ ἡ φύσις αὐτὴ TNT2 WH NA NIV SBL

*11:15 ⸆ – RP f 35 SBL ¦ αὐτῇ TR TNT2 WH NA NIV

*11:17 ⸂ παραγγέλλων οὐκ ἐπαινῶ RP f 35 TR WH NA NIV SBL ¦ παραγγέλλω οὐκ ἐπαινῶν TNT2

*11:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR

*11:19 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*11:22 ⸉ ὑμῖν εἴπω RP f 35 TR ¦ εἴπω ὑμῖν TNT2 WH NA NIV SBL

*11:24 ⸋ Λάβετε, φάγετε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:24 ⸋2 κλώμενον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:25 ⸂ ὁσάκις ἂν πίνητε … Ὁσάκις γὰρ ἂν ἐσθίητε RP f 35 TR ¦ ὁσάκις ἐὰν πίνητε … Ὁσάκις γὰρ ἐὰν ἐσθίητε TNT2 WH NA NIV SBL

*11:26 ⸂ τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο RP f 35 TR ¦ τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον TNT2 WH NA NIV SBL

*11:26 ⸋ ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:27 ⸂ ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου RP ¦ ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως f 35 TR ¦ ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως TNT2 WH NA NIV SBL

*11:27 ⸂2 τοῦ σώματος καὶ τοῦ αἵματος RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ σώματος καὶ αἵματος TR

*11:29 ⸋ ἀναξίως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:29 ⸋2 τοῦ κυρίου RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL

*11:31 ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*11:32 ⸆ – RP f 35 TR SBL ¦ τοῦ TNT2 WH NA NIV

*11:34 ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL