2
Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ * ⸆ – RP f35 TNT2 WH NA NIV SBL Ead ¦ καὶ TR ⸆ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, * ⸂ οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ RP f35 TR ¦ οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ TNT2 WH NA NIV SBL Ead ⸂οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ·⸃ ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ * ⸋ τῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῷ⸌ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε * ⸂ ἐν λόγῳ κολακείας … ἐν προφάσει πλεονεξίας RP f35 TR TNT2 NA NIV SBL Ead ¦ ἐν λόγῳ κολακείας … προφάσει πλεονεξίας WH ⸂ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας·⸃ θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς χριστοῦ ἀπόστολοι, ἀλλ᾽ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς * ⸂ ἂν RP f35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL Ead ⸂ἂν⸃ τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως, ὁμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν * ⸂ γεγένησθε RP f35 TR ¦ ἐγενήθητε TNT2 WH NA NIV SBL Ead ⸂γεγένησθε.⸃ Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς * ⸋ γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋γὰρ⸌ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. 10 Ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· 11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 12 καὶ * ⸂ μαρτυρόμενοι RP f35 TNT2 WH NA NIV SBL Ead ¦ μαρτυρούμενοι TR ⸂μαρτυρόμενοι,⸃ εἰς τὸ *2 περιπατῆσαι RP f35 TR ¦ περιπατεῖν TNT2 WH NA NIV SBL Ead 2περιπατῆσαι⸃ ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13  * ⸆ – RP f35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL Ead ⸆ Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς * ⸉ ἐστιν ἀληθῶς RP f35 TR TNT2 NA27+28 NIV Ead ¦ ἀληθῶς ἐστὶν WH NA25 SBL ⸉ἐστιν ἀληθῶς,⸊ λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν χριστῷ Ἰησοῦ· ὅτι * ⸂ τὰ αὐτὰ RP f35 TNT2 WH NA NIV SBL Ead ¦ ταὐτὰ TR ⸂τὰ αὐτὰ⸃ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς * ⸋ ἰδίους RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἰδίους⸌ προφήτας, καὶ * ⸂ ἡμᾶς RP f35 TNT2 WH NA NIV SBL Ead ¦ ὑμᾶς TR ⸂ἡμᾶς⸃ ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ * ⸆ – RP f35 TR TNT2 WH NA NIV11 SBL Ead ¦ τοῦ θεοῦ NIV73 ⸆ εἰς τέλος.
17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ· 18  * ⸂ διὸ RP f35 TR ¦ διότι TNT2 WH NA NIV SBL Ead ⸂διὸ⸃ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. 19 Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν * ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP f35 TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ⸃ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

*2:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ καὶ TR

*2:3 ⸂ οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ RP f 35 TR ¦ οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ TNT2 WH NA NIV SBL Ead

*2:4 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:5 ⸂ ἐν λόγῳ κολακείας … ἐν προφάσει πλεονεξίας RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ ἐν λόγῳ κολακείας … προφάσει πλεονεξίας WH

*2:7 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL Ead

*2:8 ⸂ γεγένησθε RP f 35 TR ¦ ἐγενήθητε TNT2 WH NA NIV SBL Ead

*2:9 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:12 ⸂ μαρτυρόμενοι RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ μαρτυρούμενοι TR

*2:12 ⸂2 περιπατῆσαι RP f 35 TR ¦ περιπατεῖν TNT2 WH NA NIV SBL Ead

*2:13 ⸆ – RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL Ead

*2:13 ⸉ ἐστιν ἀληθῶς RP f 35 TR TNT2 NA27+28 NIV Ead ¦ ἀληθῶς ἐστὶν WH NA25 SBL

*2:14 ⸂ τὰ αὐτὰ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ταὐτὰ TR

*2:15 ⸋ ἰδίους RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:15 ⸂ ἡμᾶς RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ὑμᾶς TR

*2:16 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL Ead ¦ τοῦ θεοῦ NIV73

*2:18 ⸂ διὸ RP f 35 TR ¦ διότι TNT2 WH NA NIV SBL Ead

*2:19 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR