9
Εἶχεν μὲν οὖν * ⸋ καὶ RP f35 TR TNT2 WH NA NIV ¦ – SBL ⸋καὶ⸌ ἡ πρώτη * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ σκηνή TR ⸆ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη * ⸂ ἅγια ἁγίων RP f35 TR WH NA NIV SBL ¦ τὰ ἅγια τῶν ἁγίων TNT2 ⸂ἅγια ἁγίων,⸃ χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· * ⸂ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ὃν RP f35 TR ¦ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ἣν TNT2 WH NA NIV SBL ⸂ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ὃν⸃ δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, 10 μόνον ἐπὶ * ⸂ βρώμασι(ν) καὶ πόμασι(ν) … καὶ δικαιώμασι(ν) σαρκός RP f35 TR ¦ βρώμασιν καὶ πόμασιν … καὶ δικαιώματα σαρκός TNT2 ¦ βρώμασιν καὶ πόμασιν … δικαιώματα σαρκός WH NA NIV SBL ⸂βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκός,⸃ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. 11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν * ⸂ μελλόντων RP f35 TR TNT2 ¦ γενομένων WH NA NIV SBL ⸂μελλόντων⸃ ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. 13 Εἰ γὰρ τὸ αἷμα * ⸉ ταύρων καὶ τράγων RP f35 TR ¦ τράγων καὶ ταύρων TNT2 WH NA NIV SBL ⸉ταύρων καὶ τράγων,⸊ καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ * ⸂ πνεύματος αἰωνίου RP TR TNT2 WH NA NIV SBL ¦ πνεύματος ἁγίου f35 ⸂πνεύματος αἰωνίου⸃ ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν *2 ὑμῶν RP f35 TR TNT2 ¦ ἡμῶν WH NA NIV SBL 2ὑμῶν⸃ ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι; 15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. 16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17 Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ * ⸂ μήποτε RP f35 TR TNT2 NA NIV SBL ¦ μὴ τότε WH ⸂μήποτε⸃ ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. 19 Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ * ⸆ – RP f35 TR ¦ τὸν TNT2 WH NA NIV SBL ⸆ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα * ⸂ τῶν μόσχων καὶ τράγων RP f35 TR ¦ τῶν μόσχων καὶ τῶν τράγων TNT2 WH NA ¦ τῶν μόσχων NIV SBL ⸂τῶν μόσχων καὶ τράγων,⸃ μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός. 21 Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν. 22 Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. 24 Οὐ γὰρ εἰς χειροποίητα * ⸉ ἅγια εἰσῆλθεν RP f35 TR ¦ εἰσῆλθεν ἅγια TNT2 WH NA NIV SBL ⸉ἅγια εἰσῆλθεν⸊ * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· 25 οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· 26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· * ⸂ νῦν RP f35 TR ¦ νυνὶ TNT2 WH NA NIV SBL ⸂νῦν⸃ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν * ⸆ – RP f35 TR NIV73 SBL ¦ τῆς TNT2 WH NA NIV11 ⸆ ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. 27 Καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· 28 οὕτως * ⸋ καὶ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋καὶ⸌ ὁ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.

*9:1 ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL

*9:1 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σκηνή TR

*9:3 ⸂ ἅγια ἁγίων RP f 35 TR WH NA NIV SBL ¦ τὰ ἅγια τῶν ἁγίων TNT2

*9:9 ⸂ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ὃν RP f 35 TR ¦ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ἣν TNT2 WH NA NIV SBL

*9:10 ⸂ βρώμασι(ν) καὶ πόμασι(ν) … καὶ δικαιώμασι(ν) σαρκός RP f 35 TR ¦ βρώμασιν καὶ πόμασιν … καὶ δικαιώματα σαρκός TNT2 ¦ βρώμασιν καὶ πόμασιν … δικαιώματα σαρκός WH NA NIV SBL

*9:11 ⸂ μελλόντων RP f 35 TR TNT2 ¦ γενομένων WH NA NIV SBL

*9:13 ⸉ ταύρων καὶ τράγων RP f 35 TR ¦ τράγων καὶ ταύρων TNT2 WH NA NIV SBL

*9:14 ⸂ πνεύματος αἰωνίου RP TR TNT2 WH NA NIV SBL ¦ πνεύματος ἁγίου f 35

*9:14 ⸂2 ὑμῶν RP f 35 TR TNT2 ¦ ἡμῶν WH NA NIV SBL

*9:17 ⸂ μήποτε RP f 35 TR TNT2 NA NIV SBL ¦ μὴ τότε WH

*9:19 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL

*9:19 ⸂ τῶν μόσχων καὶ τράγων RP f 35 TR ¦ τῶν μόσχων καὶ τῶν τράγων TNT2 WH NA ¦ τῶν μόσχων NIV SBL

*9:24 ⸉ ἅγια εἰσῆλθεν RP f 35 TR ¦ εἰσῆλθεν ἅγια TNT2 WH NA NIV SBL

*9:24 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*9:26 ⸂ νῦν RP f 35 TR ¦ νυνὶ TNT2 WH NA NIV SBL

*9:26 ⸆ – RP f 35 TR NIV73 SBL ¦ τῆς TNT2 WH NA NIV11

*9:28 ⸋ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR