2
Καὶ τῇ * ⸂ ἡμέρᾳ τῇ τρίτῃ RP f35 TR WH NA NIV SBL ¦ τρίτῃ ἡμέρᾳ TNT2 ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσιν. * ⸆ – RP f35 TR NIV11 ¦ Καὶ TNT2 WH NA NIV73 SBL ⸆ Λέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ * ⸉ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων RP f35 TR ¦ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι TNT2 WH NA NIV SBL ⸉ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,⸊ χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. * ⸂ Καὶ RP f35 TR ¦ Οἱ δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ⸃ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν—οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, 10 καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν, * ⸋ τότε RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋τότε⸌ τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησεν * ⸋ τὴν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὴν⸌ ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς * ⸂ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ RP f35 TR NA27+28 NIV73 ¦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, καὶ οἱ μαθηταὶ αὐτοῦ TNT2 WH NA25 NIV11 SBL ⸂καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ·⸃ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν * ⸂ τὸ κέρμα RP f35 TR NA27+28 NIV ¦ τὰ κέρματα TNT2 WH NA25 SBL ⸂τὸ κέρμα,⸃ καὶ τὰς τραπέζας *2 ἀνέστρεψεν RP f35 TNT2 SBL ¦ ἀνέστρεψε TR ¦ ἀνέτρεψεν WH NA NIV 2ἀνέστρεψεν·⸃ 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 Ἐμνήσθησαν * ⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου * ⸂ καταφάγεταί RP f35 TNT2 WH NA NIV SBL ¦ κατέφαγε TR ⸂καταφάγεταί⸃ με. 18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 Ἀπεκρίθη * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 Εἶπον οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν· * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR ⸆ καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ * ⸂ ᾧ RP f35 TR ¦ ὃν TNT2 WH NA NIV SBL ⸂ᾧ⸃ εἶπεν ὁ Ἰησοῦς.
23 Ὡς δὲ ἦν ἐν * ⸋ τοῖς RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋τοῖς⸌ Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24 Αὐτὸς δὲ * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς οὐκ ἐπίστευεν * ⸂ ἑαυτὸν RP f35 TR ¦ αὐτὸν TNT2 NA27+28 NIV ¦ αὑτὸν WH NA25 SBL ⸂ἑαυτὸν⸃ αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

*2:1 ⸂ ἡμέρᾳ τῇ τρίτῃ RP f 35 TR WH NA NIV SBL ¦ τρίτῃ ἡμέρᾳ TNT2

*2:4 ⸆ – RP f 35 TR NIV11 ¦ Καὶ TNT2 WH NA NIV73 SBL

*2:6 ⸉ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων RP f 35 TR ¦ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι TNT2 WH NA NIV SBL

*2:8 ⸂ Καὶ RP f 35 TR ¦ Οἱ δὲ TNT2 WH NA NIV SBL

*2:10 ⸋ τότε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:11 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:12 ⸂ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, καὶ οἱ μαθηταὶ αὐτοῦ TNT2 WH NA25 NIV11 SBL

*2:15 ⸂ τὸ κέρμα RP f 35 TR NA27+28 NIV ¦ τὰ κέρματα TNT2 WH NA25 SBL

*2:15 ⸂2 ἀνέστρεψεν RP f 35 TNT2 SBL ¦ ἀνέστρεψε TR ¦ ἀνέτρεψεν WH NA NIV

*2:17 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:17 ⸂ καταφάγεταί RP f 35 TNT2 WH NA NIV SBL ¦ κατέφαγε TR

*2:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*2:22 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR

*2:22 ⸂ ᾧ RP f 35 TR ¦ ὃν TNT2 WH NA NIV SBL

*2:23 ⸋ τοῖς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*2:24 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:24 ⸂ ἑαυτὸν RP f 35 TR ¦ αὐτὸν TNT2 NA27+28 NIV ¦ αὑτὸν WH NA25 SBL