16
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητὰς * ⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ,⸌ Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ * ⸂ δυνήσῃ RP f35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL ⸂δυνήσῃ⸃ ἔτι οἰκονομεῖν. Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. Ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ * ⸆ – RP f35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL ⸆ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους * ⸂ αὐτῶν RP f35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL ⸂αὐτῶν.⸃ Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου; * ⸂ Ὁ δὲ … Καὶ RP f35 TR ¦ Ὁ δὲ … Ὁ δὲ TNT2 WH NA NIV SBL ⸂Ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. Καὶ⸃ εἶπεν αὐτῷ, Δέξαι σου *2 τὸ γράμμα RP f35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL 2τὸ γράμμα,⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Ἔπειτα ἑτέρῳ εἶπεν, Σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. * ⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ λέγει αὐτῷ, Δέξαι σου * ⸂ τὸ γράμμα RP f35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL ⸂τὸ γράμμα,⸃ καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν. Κἀγὼ ὑμῖν λέγω, * ⸉ Ποιήσατε ἑαυτοῖς RP f35 TR TNT2 ¦ Ἑαυτοῖς ποιήσατε WH NA NIV SBL ⸉Ποιήσατε ἑαυτοῖς⸊ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν * ⸂ ἐκλίπητε RP TR ¦ ἐκλείπητε f35 ¦ ἐκλίπῃ TNT2 WH NA NIV SBL ⸂ἐκλίπητε,⸃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ * ⸂ ὑμέτερον RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡμέτερον WH NA25 ⸂ὑμέτερον⸃ τίς * ⸉ ὑμῖν δώσει RP f35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν TNT2 WH NA25 SBL ⸉ὑμῖν δώσει;⸊ 13 Οὐδεὶς οἰκέτης δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ἤκουον δὲ ταῦτα πάντα * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐστιν TR 16 Ὁ νόμος καὶ οἱ προφῆται * ⸂ ἕως RP f35 TR ¦ μέχρι TNT2 WH NA NIV SBL ⸂ἕως⸃ Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18  * ⸂ Πᾶς ὁ ἀπολύων … πᾶς ὁ ἀπολελυμένην RP f35 TR ¦ Πᾶς ὁ ἀπολύων … ὁ ἀπολελυμένην TNT2 WH NA NIV SBL ⸂Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην⸃ ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς. 20 Πτωχὸς δέ τις * ⸋ ἦν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἦν⸌ ὀνόματι Λάζαρος, *2 ὃς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὃς⸌ ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ * ⸋ τῶν ψιχίων RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋τῶν ψιχίων⸌ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι * ⸂ ἀπέλειχον RP f35 TR ¦ ἐπέλειχον TNT2 WH NA NIV SBL ⸂ἀπέλειχον⸃ τὰ ἕλκη αὐτοῦ. 22 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τοῦ f35 TR ⸆ Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. 23 Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ * ⸋ τὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸν⸌ Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 Καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 Εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες * ⸋ σὺ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋σὺ⸌ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ * ⸂ ὧδε RP TNT2 WH NA NIV SBL ¦ ὅδε f35 TR ⸂ὧδε⸃ παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26 Καὶ * ⸂ ἐπὶ RP f35 TR TNT2 ¦ ἐν WH NA NIV SBL ⸂ἐπὶ⸃ πᾶσιν τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι *2 ἔνθεν RP f35 TNT2 WH NA NIV SBL ¦ ἐντεῦθεν TR 2ἔνθεν⸃ πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ * ⸋ οἱ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 Εἶπεν δέ, Ἐρωτῶ * ⸉ οὖν σε RP f35 TR ¦ σε οὖν TNT2 WH NA NIV SBL ⸉οὖν σε,⸊ πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 Λέγει * ⸆ – RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * ⸋ αὐτῷ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτῷ⸌ Ἀβραάμ, Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 Ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 Εἶπεν δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.

*16:1 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:2 ⸂ δυνήσῃ RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL

*16:4 ⸆ – RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL

*16:4 ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL

*16:6 ⸂ Ὁ δὲ … Καὶ RP f 35 TR ¦ Ὁ δὲ … Ὁ δὲ TNT2 WH NA NIV SBL

*16:6 ⸂2 τὸ γράμμα RP f 35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL

*16:7 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:7 ⸂ τὸ γράμμα RP f 35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL

*16:9 ⸉ Ποιήσατε ἑαυτοῖς RP f 35 TR TNT2 ¦ Ἑαυτοῖς ποιήσατε WH NA NIV SBL

*16:9 ⸂ ἐκλίπητε RP TR ¦ ἐκλείπητε f 35 ¦ ἐκλίπῃ TNT2 WH NA NIV SBL

*16:12 ⸂ ὑμέτερον RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡμέτερον WH NA25

*16:12 ⸉ ὑμῖν δώσει RP f 35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν TNT2 WH NA25 SBL

*16:14 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν TR

*16:16 ⸂ ἕως RP f 35 TR ¦ μέχρι TNT2 WH NA NIV SBL

*16:18 ⸂ Πᾶς ὁ ἀπολύων … πᾶς ὁ ἀπολελυμένην RP f 35 TR ¦ Πᾶς ὁ ἀπολύων … ὁ ἀπολελυμένην TNT2 WH NA NIV SBL

*16:20 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:20 ⸋2 ὃς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:21 ⸋ τῶν ψιχίων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*16:21 ⸂ ἀπέλειχον RP f 35 TR ¦ ἐπέλειχον TNT2 WH NA NIV SBL

*16:22 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 TR

*16:23 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:25 ⸋ σὺ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:25 ⸂ ὧδε RP TNT2 WH NA NIV SBL ¦ ὅδε f 35 TR

*16:26 ⸂ ἐπὶ RP f 35 TR TNT2 ¦ ἐν WH NA NIV SBL

*16:26 ⸂2 ἔνθεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐντεῦθεν TR

*16:26 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:27 ⸉ οὖν σε RP f 35 TR ¦ σε οὖν TNT2 WH NA NIV SBL

*16:29 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*16:29 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL