4
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ * ⸉ νύκτας τεσσαράκοντα RP f35 TR ¦ νύκτας τεσσεράκοντα TNT2 WH NA27+28 NIV SBL ¦ τεσσεράκοντα νύκτας NA25 ⸉νύκτας τεσσαράκοντα,⸊ ὕστερον ἐπείνασεν. Καὶ προσελθὼν * ⸉ αὐτῷ ὁ πειράζων εἶπεν RP f35 TR ¦ ὁ πειράζων εἶπεν αὐτῷ TNT2 WH NA NIV SBL ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται * ⸆ – RP f35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ ἄνθρωπος, ἀλλ᾽ * ⸂ ἐπὶ RP f35 TR WH NA NIV SBL ¦ ἐν TNT2 ⸂ἐπὶ⸃ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σοῦ. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ * ⸂ λέγει RP f35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL ⸂λέγει⸃ αὐτῷ, Ταῦτα * ⸉ πάντα σοι RP f35 TR ¦ σοι πάντα TNT2 WH NA NIV SBL ⸉πάντα σοι⸊ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε * ⸋ ὀπίσω μου RP f35 NIV73 ¦ – TR TNT2 WH NA NIV11 SBL ⸋ὀπίσω μου,⸌ Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 Ἀκούσας δὲ * ⸋ ὁ Ἰησοῦς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ Ἰησοῦς⸌ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν· 13 καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει * ⸉ εἶδεν φῶς RP f35 ¦ εἶδε φῶς TR ¦ φῶς εἶδεν TNT2 WH NA NIV SBL ⸉εἶδεν φῶς⸊ μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 18 Περιπατῶν δὲ * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR ⸆ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 19 Καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23 Καὶ περιῆγεν * ⸂ ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς RP f35 TR ¦ ὁ Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ TNT2 ¦ ἐν ὅλῃ τῇ Γαλιλαίᾳ WH NA NIV SBL ⸂ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς,⸃ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, * ⸋ καὶ RP f35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL ⸋καὶ⸌ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς. 25 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

*4:2 ⸉ νύκτας τεσσαράκοντα RP f 35 TR ¦ νύκτας τεσσεράκοντα TNT2 WH NA27+28 NIV SBL ¦ τεσσεράκοντα νύκτας NA25

*4:3 ⸉ αὐτῷ ὁ πειράζων εἶπεν RP f 35 TR ¦ ὁ πειράζων εἶπεν αὐτῷ TNT2 WH NA NIV SBL

*4:4 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*4:4 ⸂ ἐπὶ RP f 35 TR WH NA NIV SBL ¦ ἐν TNT2

*4:9 ⸂ λέγει RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL

*4:9 ⸉ πάντα σοι RP f 35 TR ¦ σοι πάντα TNT2 WH NA NIV SBL

*4:10 ⸋ ὀπίσω μου RP f 35 NIV73 ¦ – TR TNT2 WH NA NIV11 SBL

*4:12 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:16 ⸉ εἶδεν φῶς RP f 35 ¦ εἶδε φῶς TR ¦ φῶς εἶδεν TNT2 WH NA NIV SBL

*4:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR

*4:23 ⸂ ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς RP f 35 TR ¦ ὁ Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ TNT2 ¦ ἐν ὅλῃ τῇ Γαλιλαίᾳ WH NA NIV SBL

*4:24 ⸋ καὶ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL