6
Προσέχετε * ⸆ – RP f35 TR TNT2 NIV ¦ δὲ WH NA SBL ⸆ τὴν * ⸂ ἐλεημοσύνην RP f35 TR ¦ δικαιοσύνην TNT2 WH NA NIV SBL ⸂ἐλεημοσύνην⸃ ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ * ⸋ αὐτὸς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτὸς⸌ ἀποδώσει σοι *2 ἐν τῷ φανερῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ἐν τῷ φανερῷ.⸌
Καὶ ὅταν * ⸂ προσεύχῃ RP f35 TR ¦ προσεύχησθε TNT2 WH NA NIV SBL ⸂προσεύχῃ,⸃ οὐκ *2 ἔσῃ RP f35 TR ¦ ἔσεσθε TNT2 WH NA NIV SBL 2ἔσῃ⸃ *3 ὥσπερ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL 3ὥσπερ⸃ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως * ⸋ ἂν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἂν⸌ φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν *2 ὅτι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι * ⸋ ἐν τῷ φανερῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν τῷ φανερῷ.⸌ Προσευχόμενοι δὲ μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδεν γὰρ * ⸂ ὁ πατὴρ ὑμῶν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς ὁ πατὴρ ὑμῶν WH NA25 ⸂ὁ πατὴρ ὑμῶν⸃ ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. 10 Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ * ⸋ τῆς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῆς⸌ γῆς. 11 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. 12 Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς * ⸂ ἀφίεμεν RP f35 TR ¦ ἀφήκαμεν TNT2 WH NA NIV SBL ⸂ἀφίεμεν⸃ τοῖς ὀφειλέταις ἡμῶν. 13 Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. * ⸋ Ὅτι σοῦ ἐστιν … Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.⸌ 14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις * ⸋ τὰ παραπτώματα αὐτῶν RP f35 TR TNT2 WH NIV ¦ – NA SBL ⸋τὰ παραπτώματα αὐτῶν,⸌ οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε * ⸂ ὥσπερ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὥσπερ⸃ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν * ⸋ ὅτι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. * ⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ φανερῷ TR
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν. 21 Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς * ⸂ ὑμῶν … ὑμῶν RP f35 TR ¦ σου … σου TNT2 WH NA NIV SBL ⸂ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.⸃ 22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν * ⸉ ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ RP f35 TR TNT2 ¦ ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς WH NA NIV SBL ⸉ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,⸊ ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε * ⸂ καὶ τί πίητε RP f35 TR ¦ ἢ τί πίητε TNT2 WH NA NIV ¦ – SBL ⸂καὶ τί πίητε·⸃ μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε * ⸂ τὰ κρίνα … πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει RP f35 TR ¦ τὰ κρίνα … πῶς αὐξάνουσιν· οὐ κοπιοῦσιν οὐδὲ νήθουσιν TNT2 ¦ τὰ κρίνα … πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν WH NA NIV SBL ⸂τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 Μὴ οὖν μεριμνήσητε, λέγοντες, Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; 32 Πάντα γὰρ ταῦτα τὰ ἔθνη * ⸂ ἐπιζητεῖ RP f35 TR ¦ ἐπιζητοῦσιν TNT2 WH NA NIV SBL ⸂ἐπιζητεῖ·⸃ οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν * ⸋ τοῦ θεοῦ RP f35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL ⸋τοῦ θεοῦ⸌ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει * ⸂ τὰ ἑαυτῆς RP f35 TR ¦ ἑαυτῆς TNT2 NA NIV ¦ αὑτῆς WH SBL ⸂τὰ ἑαυτῆς.⸃ Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

*6:1 ⸆ – RP f 35 TR TNT2 NIV ¦ δὲ WH NA SBL

*6:1 ⸂ ἐλεημοσύνην RP f 35 TR ¦ δικαιοσύνην TNT2 WH NA NIV SBL

*6:4 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:4 ⸋2 ἐν τῷ φανερῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:5 ⸂ προσεύχῃ RP f 35 TR ¦ προσεύχησθε TNT2 WH NA NIV SBL

*6:5 ⸂2 ἔσῃ RP f 35 TR ¦ ἔσεσθε TNT2 WH NA NIV SBL

*6:5 ⸂3 ὥσπερ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*6:5 ⸋ ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:5 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:6 ⸋ ἐν τῷ φανερῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:8 ⸂ ὁ πατὴρ ὑμῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς ὁ πατὴρ ὑμῶν WH NA25

*6:10 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:12 ⸂ ἀφίεμεν RP f 35 TR ¦ ἀφήκαμεν TNT2 WH NA NIV SBL

*6:13 ⸋ Ὅτι σοῦ ἐστιν … Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:15 ⸋ τὰ παραπτώματα αὐτῶν RP f 35 TR TNT2 WH NIV ¦ – NA SBL

*6:16 ⸂ ὥσπερ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*6:16 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*6:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ φανερῷ TR

*6:21 ⸂ ὑμῶν … ὑμῶν RP f 35 TR ¦ σου … σου TNT2 WH NA NIV SBL

*6:22 ⸉ ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ RP f 35 TR TNT2 ¦ ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς WH NA NIV SBL

*6:25 ⸂ καὶ τί πίητε RP f 35 TR ¦ ἢ τί πίητε TNT2 WH NA NIV ¦ – SBL

*6:28 ⸂ τὰ κρίνα … πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει RP f 35 TR ¦ τὰ κρίνα … πῶς αὐξάνουσιν· οὐ κοπιοῦσιν οὐδὲ νήθουσιν TNT2 ¦ τὰ κρίνα … πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν WH NA NIV SBL

*6:32 ⸂ ἐπιζητεῖ RP f 35 TR ¦ ἐπιζητοῦσιν TNT2 WH NA NIV SBL

*6:33 ⸋ τοῦ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL

*6:34 ⸂ τὰ ἑαυτῆς RP f 35 TR ¦ ἑαυτῆς TNT2 NA NIV ¦ αὑτῆς WH SBL