16
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, * ⸋ Ὀψίας γενομένης … οὐ δύνασθε; RP f35 TR TNT2 ⟦WH⟧ NA NIV SBL ⸋Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός. Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. * ⸋ Ὑποκριταί RP f35 TR ¦ – TNT2 ⟦WH⟧ NA NIV SBL ⸋Ὑποκριταί,⸌ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;⸌ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ * ⸋ τοῦ προφήτου RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ προφήτου.⸌ Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθεν.
Καὶ ἐλθόντες οἱ μαθηταὶ * ⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ⸌ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν * ⸋ αὐτοῖς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς,⸌ Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ * ⸂ ἐλάβετε RP f35 TR TNT2 SBL ¦ ἔχετε WH NA NIV ⸂ἐλάβετε;⸃ Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; 11 Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ * ⸂ ἄρτου RP f35 TR ¦ ἄρτων TNT2 WH NA NIV SBL ⸂ἄρτου⸃ εἶπον ὑμῖν *2 προσέχειν RP f35 TR ¦ προσέχετε δὲ TNT2 WH NA NIV SBL 2προσέχειν⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης * ⸂ τοῦ ἄρτου RP f35 TR ¦ τῶν ἄρτων TNT2 WH NA NIV SBL ⸂τοῦ ἄρτου,⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα * ⸋ με RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋με⸌ λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 Οἱ δὲ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν. 15 Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17  * ⸂ Καὶ ἀποκριθεὶς RP f35 TR ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ ἀποκριθεὶς⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19  * ⸋ Καὶ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋Καὶ⸌ δώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ * ⸂ ἐὰν RP f35 TR WH NA NIV SBL ¦ ἂν TNT2 ⸂ἐὰν⸃ δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ *2 ἐὰν RP f35 TR WH NA NIV SBL ¦ ἂν TNT2 2ἐὰν⸃ λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 Τότε * ⸂ διεστείλατο RP f35 TR TNT2 NA27+28 NIV11 SBL ¦ ἐπετίμησεν WH NA25 NIV73 ⸂διεστείλατο⸃ τοῖς μαθηταῖς * ⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ⸌ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν *2 Ἰησοῦς ὁ χριστός RP TR ¦ ὁ χριστός f35 TNT2 WH NA NIV SBL 2Ἰησοῦς ὁ χριστός.⸃
21 Ἀπὸ τότε ἤρξατο * ⸂ ὁ Ἰησοῦς RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἰησοῦς χριστὸς WH NA25 ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν * ⸉ ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP f35 TR ¦ εἰς Ἱεροσόλυμα ἀπελθεῖν TNT2 WH NA NIV SBL ⸉ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν * ⸂ μου εἶ RP f35 TR ¦ εἶ ἐμοῦ TNT2 WH NA NIV SBL ⸂μου εἶ·⸃ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25 Ὃς γὰρ * ⸂ ἂν RP f35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL ⸂ἂν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26 τί γὰρ * ⸂ ὠφελεῖται RP f35 TR ¦ ὠφεληθήσεται TNT2 WH NA NIV SBL ⸂ὠφελεῖται⸃ ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 Ἀμὴν λέγω ὑμῖν, * ⸆ – RP f35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL ⸆ εἰσίν τινες * ⸂ ὧδε ἑστῶτες RP f35 ¦ τῶν ὧδε ἑστηκότων TR ¦ τῶν ὧδε ἑστώτων TNT2 WH NA NIV SBL ⸂ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

*16:2 ⸋ Ὀψίας γενομένης … οὐ δύνασθε; RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL

*16:3 ⸋ Ὑποκριταί RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA NIV SBL

*16:4 ⸋ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:5 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:8 ⸂ ἐλάβετε RP f 35 TR TNT2 SBL ¦ ἔχετε WH NA NIV

*16:11 ⸂ ἄρτου RP f 35 TR ¦ ἄρτων TNT2 WH NA NIV SBL

*16:11 ⸂2 προσέχειν RP f 35 TR ¦ προσέχετε δὲ TNT2 WH NA NIV SBL

*16:12 ⸂ τοῦ ἄρτου RP f 35 TR ¦ τῶν ἄρτων TNT2 WH NA NIV SBL

*16:13 ⸋ με RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:17 ⸂ Καὶ ἀποκριθεὶς RP f 35 TR ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA NIV SBL

*16:19 ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*16:19 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2

*16:19 ⸂2 ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2

*16:20 ⸂ διεστείλατο RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ ἐπετίμησεν WH NA25 NIV73

*16:20 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:20 ⸂2 Ἰησοῦς ὁ χριστός RP TR ¦ ὁ χριστός f 35 TNT2 WH NA NIV SBL

*16:21 ⸂ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἰησοῦς χριστὸς WH NA25

*16:21 ⸉ ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP f 35 TR ¦ εἰς Ἱεροσόλυμα ἀπελθεῖν TNT2 WH NA NIV SBL

*16:23 ⸂ μου εἶ RP f 35 TR ¦ εἶ ἐμοῦ TNT2 WH NA NIV SBL

*16:25 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL

*16:26 ⸂ ὠφελεῖται RP f 35 TR ¦ ὠφεληθήσεται TNT2 WH NA NIV SBL

*16:28 ⸆ – RP f 35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL

*16:28 ⸂ ὧδε ἑστῶτες RP f 35 ¦ τῶν ὧδε ἑστηκότων TR ¦ τῶν ὧδε ἑστώτων TNT2 WH NA NIV SBL