28
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ, * ⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ προσελθὼν ἀπεκύλισεν τὸν λίθον * ⸋ ἀπὸ τῆς θύρας RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπὸ τῆς θύρας,⸌ καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν * ⸂ ὡσεὶ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ * ⸂ ἐγένοντο ὡσεὶ RP f35 TR ¦ ἐγενήθησαν ὡς TNT2 WH NA NIV SBL ⸂ἐγένοντο ὡσεὶ⸃ νεκροί. Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο * ⸋ ὁ κύριος RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ κύριος.⸌ Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν. Καὶ * ⸂ ἐξελθοῦσαι RP f35 TR ¦ ἀπελθοῦσαι TNT2 WH NA NIV SBL ⸂ἐξελθοῦσαι⸃ ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. * ⸋ Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ,⸌ καὶ ἰδού, * ⸆ – RP f35 WH NA NIV SBL ¦ ὁ TR TNT2 ⸆ Ἰησοῦς * ⸂ ἀπήντησεν RP f35 TR ¦ ὑπήντησεν TNT2 WH NA NIV SBL ⸂ἀπήντησεν⸃ αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. 10 Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13 λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 Καὶ ἐὰν ἀκουσθῇ τοῦτο * ⸂ ἐπὶ RP f35 TR WH NA NIV SBL ¦ ὑπὸ TNT2 ⸂ἐπὶ⸃ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν * ⸋ αὐτόν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋αὐτόν,⸌ καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 Οἱ δὲ λαβόντες * ⸋ τὰ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τὰ⸌ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. * ⸆ – RP f35 TR ¦ ἡμέρας TNT2 WH NA NIV SBL
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν * ⸋ αὐτῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ·⸌ οἱ δὲ ἐδίστασαν. 18 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ * ⸆ – RP f35 TR NIV ¦ τῆς TNT2 WH NA SBL ⸆ γῆς. 19 Πορευθέντες * ⸆ – RP f35 ¦ οὖν TR TNT2 WH NA NIV SBL ⸆ μαθητεύσατε πάντα τὰ ἔθνη, * ⸂ βαπτίζοντες RP f35 TR WH NA NIV SBL ¦ βαπτίσαντες TNT2 ⸂βαπτίζοντες⸃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. * ⸋ Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἀμήν.⸌

*28:2 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*28:2 ⸋ ἀπὸ τῆς θύρας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*28:3 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*28:4 ⸂ ἐγένοντο ὡσεὶ RP f 35 TR ¦ ἐγενήθησαν ὡς TNT2 WH NA NIV SBL

*28:6 ⸋ ὁ κύριος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*28:8 ⸂ ἐξελθοῦσαι RP f 35 TR ¦ ἀπελθοῦσαι TNT2 WH NA NIV SBL

*28:9 ⸋ Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*28:9 ⸆ – RP f 35 WH NA NIV SBL ¦ ὁ TR TNT2

*28:9 ⸂ ἀπήντησεν RP f 35 TR ¦ ὑπήντησεν TNT2 WH NA NIV SBL

*28:14 ⸂ ἐπὶ RP f 35 TR WH NA NIV SBL ¦ ὑπὸ TNT2

*28:14 ⸋ αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*28:15 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*28:15 ⸆ – RP f 35 TR ¦ ἡμέρας TNT2 WH NA NIV SBL

*28:17 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*28:18 ⸆ – RP f 35 TR NIV ¦ τῆς TNT2 WH NA SBL

*28:19 ⸆ – RP f 35 ¦ οὖν TR TNT2 WH NA NIV SBL

*28:19 ⸂ βαπτίζοντες RP f 35 TR WH NA NIV SBL ¦ βαπτίσαντες TNT2

*28:20 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL