8
Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν χριστῷ Ἰησοῦ, * ⸋ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.⸌ Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν χριστῷ Ἰησοῦ ἠλευθέρωσέν * ⸂ με RP f35 TR TNT2 NIV73 ¦ σε WH NA NIV11 SBL ⸂με⸃ ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 Εἰ δὲ χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 Εἰ δὲ τὸ πνεῦμα * ⸂ τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν RP f35 TR ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας χριστὸν ἐκ νεκρῶν TNT2 NA27+28 NIV ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας ἐκ νεκρῶν χριστὸν Ἰησοῦν WH NA25 SBL ⸂τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν⸃ ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ *2 τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα RP f35 TNT2 SBL ¦ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος TR WH NA NIV 2τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα⸃ ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 Ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί * ⸉ εἰσιν υἱοὶ θεοῦ RP f35 TR ¦ υἱοί εἰσιν θεοῦ TNT2 NA25 SBL ¦ υἱοὶ θεοῦ εἰσιν WH NA27+28 NIV ⸉εἰσιν υἱοὶ θεοῦ.⸊ 15 Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ. 16 Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ· 17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. 20 Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾽ ἐλπίδι· 21  * ⸂ ὅτι RP f35 TR TNT2 WH NA27+28 NIV SBL ¦ διότι NA25 ⸂ὅτι⸃ καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. 22 Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23 Οὐ μόνον δέ, ἀλλὰ * ⸋ καὶ αὐτοὶ RP f35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 ⸋καὶ αὐτοὶ⸌ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, * ⸉ καὶ ἡμεῖς RP f35 TR ¦ ἡμεῖς καὶ TNT2 WH NA NIV SBL ⸉καὶ ἡμεῖς⸊ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24 Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, * ⸂ τί καὶ ἐλπίζει; RP f35 TR NA25 ¦ τί ἐλπίζει; TNT2 ¦ ἐλπίζει; WH NA27+28 NIV SBL ⸂τί καὶ ἐλπίζει;⸃ 25 Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα. 26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται * ⸂ ταῖς ἀσθενείαις RP f35 TR ¦ τῇ ἀσθενείᾳ TNT2 WH NA NIV SBL ⸂ταῖς ἀσθενείαις⸃ ἡμῶν· τὸ γὰρ τί *2 προσευξόμεθα RP f35 ¦ προσευξώμεθα TR TNT2 WH NA NIV SBL 2προσευξόμεθα⸃ καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει * ⸋ ὑπὲρ ἡμῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑπὲρ ἡμῶν⸌ στεναγμοῖς ἀλαλήτοις· 27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ * ⸆ – RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς WH NA25 ⸆ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; 32 Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν· 34 τίς ὁ κατακρίνων; * ⸂ Χριστὸς RP f35 TR TNT2 SBL ¦ Χριστὸς Ἰησοῦς WH NA NIV ⸂Χριστὸς⸃ ὁ ἀποθανών, μᾶλλον δὲ * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἐγερθείς, * ⸆ – RP f35 TR TNT2 NA NIV SBL ¦ ἐκ νεκρῶν WH ⸆ ὃς *2 καὶ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 2καὶ⸌ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; 36 Καθὼς γέγραπται ὅτι Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37 Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ * ⸉ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα RP f35 TR ¦ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις TNT2 WH NA NIV SBL ⸉οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα⸊ 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

*8:1 ⸋ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:2 ⸂ με RP f 35 TR TNT2 NIV73 ¦ σε WH NA NIV11 SBL

*8:11 ⸂ τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν RP f 35 TR ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας χριστὸν ἐκ νεκρῶν TNT2 NA27+28 NIV ¦ τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν … ὁ ἐγείρας ἐκ νεκρῶν χριστὸν Ἰησοῦν WH NA25 SBL

*8:11 ⸂2 τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα RP f 35 TNT2 SBL ¦ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος TR WH NA NIV

*8:14 ⸉ εἰσιν υἱοὶ θεοῦ RP f 35 TR ¦ υἱοί εἰσιν θεοῦ TNT2 NA25 SBL ¦ υἱοὶ θεοῦ εἰσιν WH NA27+28 NIV

*8:21 ⸂ ὅτι RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ διότι NA25

*8:23 ⸋ καὶ αὐτοὶ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73

*8:23 ⸉ καὶ ἡμεῖς RP f 35 TR ¦ ἡμεῖς καὶ TNT2 WH NA NIV SBL

*8:24 ⸂ τί καὶ ἐλπίζει; RP f 35 TR NA25 ¦ τί ἐλπίζει; TNT2 ¦ ἐλπίζει; WH NA27+28 NIV SBL

*8:26 ⸂ ταῖς ἀσθενείαις RP f 35 TR ¦ τῇ ἀσθενείᾳ TNT2 WH NA NIV SBL

*8:26 ⸂2 προσευξόμεθα RP f 35 ¦ προσευξώμεθα TR TNT2 WH NA NIV SBL

*8:26 ⸋ ὑπὲρ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:28 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ θεὸς WH NA25

*8:34 ⸂ Χριστὸς RP f 35 TR TNT2 SBL ¦ Χριστὸς Ἰησοῦς WH NA NIV

*8:34 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*8:34 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐκ νεκρῶν WH

*8:34 ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*8:38 ⸉ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα RP f 35 TR ¦ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις TNT2 WH NA NIV SBL