14
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, * ⸂ καὶ ὁ RP f35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL ⸂καὶ ὁ⸃ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· * ⸂ δυνατὸς γάρ ἐστιν RP f35 TR ¦ δυνατεῖ γὰρ TNT2 WH NA NIV SBL ⸂δυνατὸς γάρ ἐστιν⸃ *2 ὁ θεὸς RP f35 TR ¦ ὁ κύριος TNT2 WH NA NIV SBL 2ὁ θεὸς⸃ στῆσαι αὐτόν. Ὃς μὲν * ⸆ – RP f35 TR TNT2 NIV73 SBL ¦ γάρ WH NA NIV11 ⸆ κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ· * ⸋ καὶ ὁ μὴ φρονῶν … οὐ φρονεῖ. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ.⸌ *2 Καὶ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR 2Καὶ⸌ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ χριστὸς * ⸂ καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν RP f35 ¦ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν TR ¦ ἀπέθανεν καὶ ἔζησεν TNT2 WH NA NIV SBL ⸂καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν,⸃ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι * ⸂ τοῦ χριστοῦ RP f35 TR ¦ τοῦ θεοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ χριστοῦ.⸃ 11 Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ * ⸉ πᾶσα γλῶσσα ἐξομολογήσεται RP f35 TR WH NA NIV SBL ¦ ἐξομολογήσεται πᾶσα γλῶσσα TNT2 ⸉πᾶσα γλῶσσα ἐξομολογήσεται⸊ τῷ θεῷ. 12 Ἄρα * ⸋ οὖν RP f35 TR WH NA NIV ¦ – TNT2 SBL ⸋οὖν⸌ ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον * ⸂ δώσει RP f35 TR WH NA NIV SBL ¦ ἀποδώσει TNT2 ⸂δώσει⸃ *2 τῷ θεῷ RP f35 TR TNT2 WH NA NIV ¦ – SBL 2τῷ θεῷ.⸌ 13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14 Οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι᾽ * ⸂ αὐτοῦ RP f35 TNT2 ¦ ἑαυτοῦ TR WH NA NIV SBL ⸂αὐτοῦ·⸃ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 Εἰ * ⸂ δὲ RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL ⸂δὲ⸃ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ χριστὸς ἀπέθανεν. 16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· 17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. 18 Ὁ γὰρ ἐν * ⸂ τούτοις RP f35 TR ¦ τούτῳ TNT2 WH NA NIV SBL ⸂τούτοις⸃ δουλεύων τῷ χριστῷ εὐάρεστος τῷ θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. 19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20 Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21 Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει * ⸋ ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ RP f35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.⸌ 22 Σὺ πίστιν * ⸆ – RP f35 TR ¦ ἣν TNT2 WH NA NIV SBL ⸆ ἔχεις; Κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23 Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
24  * ⸋ Τῷ δὲ δυναμένῳ … Ἀμήν. RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.⸌

*14:3 ⸂ καὶ ὁ RP f 35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL

*14:4 ⸂ δυνατὸς γάρ ἐστιν RP f 35 TR ¦ δυνατεῖ γὰρ TNT2 WH NA NIV SBL

*14:4 ⸂2 ὁ θεὸς RP f 35 TR ¦ ὁ κύριος TNT2 WH NA NIV SBL

*14:5 ⸆ – RP f 35 TR TNT2 NIV73 SBL ¦ γάρ WH NA NIV11

*14:6 ⸋ καὶ ὁ μὴ φρονῶν … οὐ φρονεῖ. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:6 ⸋2 Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*14:9 ⸂ καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν RP f 35 ¦ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν TR ¦ ἀπέθανεν καὶ ἔζησεν TNT2 WH NA NIV SBL

*14:10 ⸂ τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ θεοῦ TNT2 WH NA NIV SBL

*14:11 ⸉ πᾶσα γλῶσσα ἐξομολογήσεται RP f 35 TR WH NA NIV SBL ¦ ἐξομολογήσεται πᾶσα γλῶσσα TNT2

*14:12 ⸋ οὖν RP f 35 TR WH NA NIV ¦ – TNT2 SBL

*14:12 ⸂ δώσει RP f 35 TR WH NA NIV SBL ¦ ἀποδώσει TNT2

*14:12 ⸋2 τῷ θεῷ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL

*14:14 ⸂ αὐτοῦ RP f 35 TNT2 ¦ ἑαυτοῦ TR WH NA NIV SBL

*14:15 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL

*14:18 ⸂ τούτοις RP f 35 TR ¦ τούτῳ TNT2 WH NA NIV SBL

*14:21 ⸋ ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV

*14:22 ⸆ – RP f 35 TR ¦ ἣν TNT2 WH NA NIV SBL

*14:24 ⸋ Τῷ δὲ δυναμένῳ … Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL