3
Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ * ⸂ ὧν RP f35 TR ¦ ἃ TNT2 WH NA NIV SBL ⸂ὧν⸃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ *2 τὸν αὐτοῦ ἔλεον RP f35 TR ¦ τὸ αὐτοῦ ἔλεος TNT2 WH NA NIV SBL 2τὸν αὐτοῦ ἔλεον⸃ ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι * ⸂ γενώμεθα RP f35 TR ¦ γενηθῶμεν TNT2 WH NA NIV SBL ⸂γενώμεθα⸃ κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τῷ f35 TR ⸆ θεῷ. Ταῦτά ἐστιν * ⸋ τὰ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὰ⸌ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· * ⸂ μωρὰς δὲ … καὶ ἔρεις καὶ μάχας νομικὰς RP TR TNT2 NA27+28 NIV SBL ¦ μωρὰς δὲ … καὶ ἔρις καὶ μάχας νομικὰς f35 ¦ μωρὰς δὲ … καὶ ἔριν καὶ μάχας νομικὰς WH NA25 ⸂μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς⸃ περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν. * ⸋ Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἀμήν.⸌

*3:1 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:5 ⸂ ὧν RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL

*3:5 ⸂2 τὸν αὐτοῦ ἔλεον RP f 35 TR ¦ τὸ αὐτοῦ ἔλεος TNT2 WH NA NIV SBL

*3:7 ⸂ γενώμεθα RP f 35 TR ¦ γενηθῶμεν TNT2 WH NA NIV SBL

*3:8 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τῷ f 35 TR

*3:8 ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:9 ⸂ μωρὰς δὲ … καὶ ἔρεις καὶ μάχας νομικὰς RP TR TNT2 NA27+28 NIV SBL ¦ μωρὰς δὲ … καὶ ἔρις καὶ μάχας νομικὰς f 35 ¦ μωρὰς δὲ … καὶ ἔριν καὶ μάχας νομικὰς WH NA25

*3:15 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL