2
1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ * μαρτυριον 93.1% ¦ μυστηριον NA WH 4.4%μαρτύριον τοῦ Θεοῦ. 2 Οὐ γὰρ ἔκρινα † του ειδεναι τι ¦ τι ειδεναι CTτοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. 3 ‡ και εγω ¦ καγω CTΚαὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. 4 Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν § πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοις σοφιας λογοις NA TH 3.9% ¦ πιθοις σοφιας λογοις WH 0.6% ¦ πειθοι σοφιας SBL 0%πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν * σοφιαν θεου ¦ θεου σοφιαν CTσοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται,
Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
† α ¦ οσα SBL WHἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10 Ἡμῖν ‡ δε ¦ γαρ SBL WHδὲ § ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος CTὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος * αυτου ¦ — CTαὐτοῦ· τὸ γὰρ πνεῦμα πάντα † ερευνα ¦ εραυνα CTἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. 11 Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ‡ οιδεν ¦ εγνωκεν CTοἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ. 12 Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. 13 Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς Πνεύματος § αγιου ¦ — CTἉγίου, πνευματικοῖς πνευματικὰ * συγκρινοντες ¦ συνκρινοντες TH WHσυγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. 15 Ὁ δὲ πνευματικὸς ἀνακρίνει † μεν ¦ τα NA SBLμὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. 16 Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς ‡ συμβιβασει ¦ συνβιβασει WHσυμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
*2:1 μαρτυριον 93.1% ¦ μυστηριον NA WH 4.4%
†2:2 του ειδεναι τι ¦ τι ειδεναι CT
‡2:3 και εγω ¦ καγω CT
§2:4 πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοις σοφιας λογοις NA TH 3.9% ¦ πιθοις σοφιας λογοις WH 0.6% ¦ πειθοι σοφιας SBL 0%
*2:7 σοφιαν θεου ¦ θεου σοφιαν CT
†2:9 α ¦ οσα SBL WH
‡2:10 δε ¦ γαρ SBL WH
§2:10 ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος CT
*2:10 αυτου ¦ — CT
†2:10 ερευνα ¦ εραυνα CT
‡2:11 οιδεν ¦ εγνωκεν CT
§2:13 αγιου ¦ — CT
*2:13 συγκρινοντες ¦ συνκρινοντες TH WH
†2:15 μεν ¦ τα NA SBL
‡2:16 συμβιβασει ¦ συνβιβασει WH