4
Διαμαρτύρομαι * ουν εγω 83.5% ¦ — CT 9%οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ του κυριου ιησου χριστου ¦ χριστου ιησου CTτοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατα ¦ και CTκατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς § επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς * εμης αναλυσεως ¦ αναλυσεως μου CTἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν αγωνα τον καλον ¦ καλον αγωνα CTἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με εγκατελιπεν ¦ εγκατελειπεν TH WHἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· § κρησκης ¦ κρισκης PCKΚρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11 Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 Τὸν * φελονην ¦ φαιλονην ANT BYZ HF NA SBL STφελόνην ὃν απελιπον ¦ απελειπον TH WHἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· αποδωη ¦ αποδωσει CTἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ § ανθεστηκε ¦ αντεστη CTἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι * συμπαρεγενετο ¦ παρεγενετο CTσυμπαρεγένετο, ἀλλὰ πάντες με εγκατελιπον ¦ εγκατελειπον TH WHἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17 Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ακουση ¦ ακουσωσι CTἀκούσῃ πάντα τὰ ἔθνη· καὶ § ερρυσθην ¦ ερυσθην TH WHἐρρύσθην ἐκ στόματος λέοντος. 18  * και ¦ — CTΚαὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ απελιπον ¦ απελειπον WHἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ὁ Κύριος ιησους χριστος ¦ — CTἸησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν. § αμην ¦ — CTἈμήν.* The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.

*4:1 ουν εγω 83.5% ¦ — CT 9%

4:1 του κυριου ιησου χριστου ¦ χριστου ιησου CT

4:1 κατα ¦ και CT

§4:3 επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%

*4:6 εμης αναλυσεως ¦ αναλυσεως μου CT

4:7 αγωνα τον καλον ¦ καλον αγωνα CT

4:10 εγκατελιπεν ¦ εγκατελειπεν TH WH

§4:10 κρησκης ¦ κρισκης PCK

*4:13 φελονην ¦ φαιλονην ANT BYZ HF NA SBL ST

4:13 απελιπον ¦ απελειπον TH WH

4:14 αποδωη ¦ αποδωσει CT

§4:15 ανθεστηκε ¦ αντεστη CT

*4:16 συμπαρεγενετο ¦ παρεγενετο CT

4:16 εγκατελιπον ¦ εγκατελειπον TH WH

4:17 ακουση ¦ ακουσωσι CT

§4:17 ερρυσθην ¦ ερυσθην TH WH

*4:18 και ¦ — CT

4:20 απελιπον ¦ απελειπον WH

4:22 ιησους χριστος ¦ — CT

§4:22 αμην ¦ — CT

*4:22 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.