6
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, * αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυριοις κατα σαρκα ¦ κατα σαρκα κυριοις CTκυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ᾽ οφθαλμοδουλειαν ¦ οφθαλμοδουλιαν ANT NA PCK SBL WHὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι § του ¦ — CTτοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες * ως ¦ — PCK STὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ο εαν τι εκαστος ¦ εαν τι εκαστος HF ¦ εκαστος εαν τι NA WH ¦ εκαστος ο αν SBL ¦ εκαστος ο εαν THὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιειται ¦ κομισεται CTκομιεῖται παρὰ § του ¦ — CTτοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ * υμων αυτων ¦ αυτων και υμων CTὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψια ¦ προσωπολημψια CTπροσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ.
10  το λοιπον ¦ του λοιπου CTΤὸ λοιπόν, § αδελφοι μου 88.3% ¦ — CT 3.4%ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς * μεθοδειας ¦ μεθοδιας WHμεθοδείας τοῦ διαβόλου. 12 Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους του αιωνος 96.9% ¦ — CT 3%τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16  επι ¦ εν CTἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ § τα ¦ — SBLτὰ πεπυρωμένα σβέσαι. 17 Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου * δεξασθαι ¦ δεξασθε ANT CT TRδέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ· 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τουτο ¦ — CTτοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθη ¦ δοθειη TRδοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.
21 Ἵνα δὲ § ειδητε και υμεις 80.8% ¦ και υμεις ειδητε TH 8.6%εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα * υμιν γνωρισει ¦ γνωρισει υμιν CTὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ· 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. αμην ¦ — CT SCRἈμήν. The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ.

*6:4 αλλ ¦ αλλα NA27 SBL TH WH

6:5 κυριοις κατα σαρκα ¦ κατα σαρκα κυριοις CT

6:6 οφθαλμοδουλειαν ¦ οφθαλμοδουλιαν ANT NA PCK SBL WH

§6:6 του ¦ — CT

*6:7 ως ¦ — PCK ST

6:8 ο εαν τι εκαστος ¦ εαν τι εκαστος HF ¦ εκαστος εαν τι NA WH ¦ εκαστος ο αν SBL ¦ εκαστος ο εαν TH

6:8 κομιειται ¦ κομισεται CT

§6:8 του ¦ — CT

*6:9 υμων αυτων ¦ αυτων και υμων CT

6:9 προσωποληψια ¦ προσωπολημψια CT

6:10 το λοιπον ¦ του λοιπου CT

§6:10 αδελφοι μου 88.3% ¦ — CT 3.4%

*6:11 μεθοδειας ¦ μεθοδιας WH

6:12 του αιωνος 96.9% ¦ — CT 3%

6:16 επι ¦ εν CT

§6:16 τα ¦ — SBL

*6:17 δεξασθαι ¦ δεξασθε ANT CT TR

6:18 τουτο ¦ — CT

6:19 δοθη ¦ δοθειη TR

§6:21 ειδητε και υμεις 80.8% ¦ και υμεις ειδητε TH 8.6%

*6:21 υμιν γνωρισει ¦ γνωρισει υμιν CT

6:24 αμην ¦ — CT SCR

6:24 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ.