8
1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, * και ¦ — CTκαὶ οὐκ ἄνθρωπος· 3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ † προσενεγκη ¦ προσενεγκοι PCKπροσενέγκῃ. 4 Εἰ μὲν ‡ γαρ ¦ ουν CTγὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων § των ιερεων 90.9% ¦ — CT 4.6%τῶν ἱερέων τῶν προσφερόντων κατὰ * τον ¦ — CTτὸν νόμον τὰ δῶρα, 5 οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται † μωυσης ¦ μωσης TRΜωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, ‡ ποιησεις ¦ ποιησης TRποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. 6 § νυνι ¦ νυν WHΝυνὶ δὲ διαφορωτέρας * τετυχε ¦ τετευχε ANT PCK TH TRτέτυχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 Μεμφόμενος γὰρ † αυτοις ¦ αυτους NA SBL WHαὐτοῖς λέγει,
Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
10 Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,
καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ‡ πολιτην ¦ πλησιον PCK TRπολίτην αὐτοῦ,
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·
ὅτι πάντες εἰδήσουσί με,
ἀπὸ μικροῦ § αυτων ¦ — CTαὐτῶν ἕως μεγάλου αὐτῶν.
12 Ὅτι * ιλεως ¦ ειλεως THἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν † και των ανομιων αυτων 90.6% ¦ — CT 3.5%καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13 Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.
*8:2 και ¦ — CT
†8:3 προσενεγκη ¦ προσενεγκοι PCK
‡8:4 γαρ ¦ ουν CT
§8:4 των ιερεων 90.9% ¦ — CT 4.6%
*8:4 τον ¦ — CT
†8:5 μωυσης ¦ μωσης TR
‡8:5 ποιησεις ¦ ποιησης TR
§8:6 νυνι ¦ νυν WH
*8:6 τετυχε ¦ τετευχε ANT PCK TH TR
†8:8 αυτοις ¦ αυτους NA SBL WH
‡8:11 πολιτην ¦ πλησιον PCK TR
§8:11 αυτων ¦ — CT
*8:12 ιλεως ¦ ειλεως TH
†8:12 και των ανομιων αυτων 90.6% ¦ — CT 3.5%