2
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσι. * λεγει ¦ και λεγει NA SBL WHΛέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
Ἦσαν δὲ ἐκεῖ υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι CT 0.9%ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ αρχιτρικλινω ¦ αρχιτρικλεινω THἀρχιτρικλίνῳ. § και ¦ οι δε CTΚαὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ * αρχιτρικλινος ¦ αρχιτρικλεινος THἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν—οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ αρχιτρικλινος ¦ αρχιτρικλεινος THἀρχιτρίκλινος, 10 καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τοτε ¦ — CTτότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησε § την ¦ — CTτὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς * καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αυτου 90.6% ¦ — SBL TH WH 0.4%αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%τὸ κέρμα, καὶ τὰς τραπέζας § ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%ἀνέστρεψε· 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 Ἐμνήσθησαν * δε ¦ — CTδὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου καταφαγεται ¦ κατεφαγε TRκαταφάγεταί με.
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 Ἀπεκρίθη § ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20  * ειπον ¦ ειπαν CTΕἶπον οὖν οἱ Ἰουδαῖοι, τεσσαρακοντα ¦ τεσσερακοντα CTΤεσσαράκοντα καὶ ἓξ ἔτεσιν ωκοδομηθη ¦ οικοδομηθη CTᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο § ελεγε ¦ ελεγεν αυτοις TRἔλεγε· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ * ω 98.1% ¦ ον CT 0.9%ᾧ εἶπεν ὁ Ἰησοῦς.
23 Ὡς δὲ ἦν ἐν τοις ¦ — TRτοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24 Αὐτὸς δὲ ο 98.3% ¦ — CT 0.5%ὁ Ἰησοῦς οὐκ ἐπίστευεν § ἑαυτὸν ¦ αὐτὸν NA ¦ αὑτὸν SBL WHἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

*2:4 λεγει ¦ και λεγει NA SBL WH

2:6 υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι CT 0.9%

2:8 αρχιτρικλινω ¦ αρχιτρικλεινω TH

§2:8 και ¦ οι δε CT

*2:9 αρχιτρικλινος ¦ αρχιτρικλεινος TH

2:9 αρχιτρικλινος ¦ αρχιτρικλεινος TH

2:10 τοτε ¦ — CT

§2:11 την ¦ — CT

*2:12 καπερναουμ ¦ καφαρναουμ CT

2:12 αυτου 90.6% ¦ — SBL TH WH 0.4%

2:15 το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%

§2:15 ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%

*2:17 δε ¦ — CT

2:17 καταφαγεται ¦ κατεφαγε TR

2:18 ειπον ¦ ειπαν CT

§2:19 ιησους ¦ ο ιησους TR

*2:20 ειπον ¦ ειπαν CT

2:20 τεσσαρακοντα ¦ τεσσερακοντα CT

2:20 ωκοδομηθη ¦ οικοδομηθη CT

§2:22 ελεγε ¦ ελεγεν αυτοις TR

*2:22 ω 98.1% ¦ ον CT 0.9%

2:23 τοις ¦ — TR

2:24 ο 98.3% ¦ — CT 0.5%

§2:24 ἑαυτὸν ¦ αὐτὸν NA ¦ αὑτὸν SBL WH