2
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη * η ¦ — CTἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ιδιαν ¦ εαυτου CTἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως ναζαρετ ¦ ναζαρεθ NA SBL SCRΝαζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν § δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς * δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμενη αυτω γυναικι ¦ εμνηστευμενη αυτω CTμεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ εγκυω ¦ ενκυω TH WHἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν § τη ¦ — CTτῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ * ιδου ¦ — CTἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 12 Καὶ τοῦτο ὑμῖν το ¦ — WHτὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, § κειμενον ¦ και κειμενον CTκείμενον ἐν * φατνη ¦ τη φατνη TRφάτνῃ. 13 Καὶ εξαιφνης ¦ εξεφνης WHἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
 
14 Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις ευδοκια 98.8% ¦ ευδοκιας CT 0.4%εὐδοκία.
 
15 Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, § και οι ανθρωποι 97% ¦ — CT 1.2%καὶ οἱ ἄνθρωποι οἱ ποιμένες * ειπον ¦ ελαλουν CTεἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. 16 Καὶ ηλθον ¦ ηλθαν CTἦλθον σπεύσαντες, καὶ ανευρον ¦ ανευραν NA SBL WHἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 Ἰδόντες δὲ § διεγνωρισαν ¦ εγνωρισαν CTδιεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19 Ἡ δὲ * μαριαμ ¦ μαρια SBL TH WHΜαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβαλλουσα ¦ συνβαλλουσα WHσυμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 Καὶ υπεστρεψαν ¦ επεστρεψαν TRὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν § ημεραι ¦ αι ημεραι ANTἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν * αυτον ¦ το παιδιον ANT TRαὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθηναι ¦ συλλημφθηναι CTσυλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αυτων ¦ αυτης SCRαὐτῶν κατὰ τὸν νόμον § μωσεως ¦ μωυσεως ANT CTΜωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ— 23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται— 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν * νομω ¦ τω νομω CTνόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσους ¦ νοσσους CTνεοσσοὺς περιστερῶν.
25 Καὶ ἰδού, ην ανθρωπος ¦ ανθρωπος ην CTἦν ἄνθρωπος ἐν § ιερουσαλημ ¦ ιεροσολυμοις ANTἹερουσαλήμ, ᾧ ὄνομα * συμεων ¦ σιμεων SCRΣυμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ην αγιον ¦ αγιον ην TRἦν Ἅγιον ἐπ᾽ αὐτόν. 26 Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν η ¦ η αν NA SBL WH ¦ αν THἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο § αυτο ¦ αυτον ANTαὐτὸ εἰς τὰς ἀγκάλας * αυτου ¦ — CTαὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
 
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
 
33 Καὶ ἦν ιωσηφ και η μητηρ αυτου 96.1% ¦ ο πατηρ αυτου και η μητηρ CT 0.5%Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 Καὶ εὐλόγησεν αὐτοὺς συμεων ¦ σιμεων SCRΣυμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· 35 καὶ σοῦ § δε ¦ — WHδὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα * ετη μετα ανδρος ¦ μετα ανδρος ετη CTἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενιας ¦ παρθενειας THπαρθενίας αὐτῆς, 37 καὶ αὕτη ¦ αὐτὴ ANT CT HF PCKαὕτη χήρα § ως ¦ εως CTὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο * απο ¦ — CTἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 Καὶ αυτη ¦ — CTαὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυριω ¦ θεω CTΚυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν § εν ¦ — CTἐν Ἱερουσαλήμ.
39 Καὶ ὡς ἐτέλεσαν * απαντα ¦ παντα CTἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, υπεστρεψαν ¦ επεστρεψαν CTὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς την ¦ — CTτὴν πόλιν § ἑαυτῶν ¦ αὐτῶν TRἑαυτῶν * ναζαρετ ¦ ναζαρεθ NA SBL SCR THΝαζαρέτ. 40 Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο πνευματι ¦ — CTπνεύματι, πληρούμενον σοφιας ¦ σοφια CTσοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ § αυτο ¦ αυτω PCKαὐτό.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. 42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, * αναβαντων ¦ αναβαινοντων CTἀναβάντων αὐτῶν εις ιεροσολυμα ¦ — CTεἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ εγνω ιωσηφ και η μητηρ ¦ εγνωσαν οι γονεις CTἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ· 44 νομίσαντες δὲ αὐτὸν § εν τη συνοδια ειναι ¦ ειναι εν τη συνοδια CTἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς * συγγενεσι ¦ συγγενευσι CTσυγγενέσι καὶ εν ¦ — CTἐν τοῖς γνωστοῖς· 45 καὶ μὴ εὑρόντες αυτον ¦ — CTαὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, § ζητουντες ¦ αναζητουντες CTζητοῦντες αὐτόν. 46 Καὶ ἐγένετο, * μεθ ¦ μετα CTμεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς. 47 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ προς αυτον η μητηρ αυτου ειπε ¦ ειπε προς αυτον η μητηρ αυτου CTπρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου καγω ¦ και εγω SBL WHκἀγὼ ὀδυνώμενοι § εζητουμεν ¦ ζητουμεν WHἐζητοῦμέν σε. 49 Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς * ναζαρετ ¦ ναζαρεθ NA SBL SCR THΝαζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταυτα ¦ — NA TH WHταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 Καὶ Ἰησοῦς προέκοπτε σοφια ¦ εν τη σοφια NA ¦ τη σοφια WHσοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

*2:2 η ¦ — CT

2:3 ιδιαν ¦ εαυτου CT

2:4 ναζαρετ ¦ ναζαρεθ NA SBL SCR

§2:4 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

*2:4 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

2:5 μεμνηστευμενη αυτω γυναικι ¦ εμνηστευμενη αυτω CT

2:5 εγκυω ¦ ενκυω TH WH

§2:7 τη ¦ — CT

*2:9 ιδου ¦ — CT

2:11 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

2:12 το ¦ — WH

§2:12 κειμενον ¦ και κειμενον CT

*2:12 φατνη ¦ τη φατνη TR

2:13 εξαιφνης ¦ εξεφνης WH

2:14 ευδοκια 98.8% ¦ ευδοκιας CT 0.4%

§2:15 και οι ανθρωποι 97% ¦ — CT 1.2%

*2:15 ειπον ¦ ελαλουν CT

2:16 ηλθον ¦ ηλθαν CT

2:16 ανευρον ¦ ανευραν NA SBL WH

§2:17 διεγνωρισαν ¦ εγνωρισαν CT

*2:19 μαριαμ ¦ μαρια SBL TH WH

2:19 συμβαλλουσα ¦ συνβαλλουσα WH

2:20 υπεστρεψαν ¦ επεστρεψαν TR

§2:21 ημεραι ¦ αι ημεραι ANT

*2:21 αυτον ¦ το παιδιον ANT TR

2:21 συλληφθηναι ¦ συλλημφθηναι CT

2:22 αυτων ¦ αυτης SCR

§2:22 μωσεως ¦ μωυσεως ANT CT

*2:24 νομω ¦ τω νομω CT

2:24 νεοσσους ¦ νοσσους CT

2:25 ην ανθρωπος ¦ ανθρωπος ην CT

§2:25 ιερουσαλημ ¦ ιεροσολυμοις ANT

*2:25 συμεων ¦ σιμεων SCR

2:25 ην αγιον ¦ αγιον ην TR

2:26 η ¦ η αν NA SBL WH ¦ αν TH

§2:28 αυτο ¦ αυτον ANT

*2:28 αυτου ¦ — CT

2:33 ιωσηφ και η μητηρ αυτου 96.1% ¦ ο πατηρ αυτου και η μητηρ CT 0.5%

2:34 συμεων ¦ σιμεων SCR

§2:35 δε ¦ — WH

*2:36 ετη μετα ανδρος ¦ μετα ανδρος ετη CT

2:36 παρθενιας ¦ παρθενειας TH

2:37 αὕτη ¦ αὐτὴ ANT CT HF PCK

§2:37 ως ¦ εως CT

*2:37 απο ¦ — CT

2:38 αυτη ¦ — CT

2:38 κυριω ¦ θεω CT

§2:38 εν ¦ — CT

*2:39 απαντα ¦ παντα CT

2:39 υπεστρεψαν ¦ επεστρεψαν CT

2:39 την ¦ — CT

§2:39 ἑαυτῶν ¦ αὐτῶν TR

*2:39 ναζαρετ ¦ ναζαρεθ NA SBL SCR TH

2:40 πνευματι ¦ — CT

2:40 σοφιας ¦ σοφια CT

§2:40 αυτο ¦ αυτω PCK

*2:42 αναβαντων ¦ αναβαινοντων CT

2:42 εις ιεροσολυμα ¦ — CT

2:43 εγνω ιωσηφ και η μητηρ ¦ εγνωσαν οι γονεις CT

§2:44 εν τη συνοδια ειναι ¦ ειναι εν τη συνοδια CT

*2:44 συγγενεσι ¦ συγγενευσι CT

2:44 εν ¦ — CT

2:45 αυτον ¦ — CT

§2:45 ζητουντες ¦ αναζητουντες CT

*2:46 μεθ ¦ μετα CT

2:48 προς αυτον η μητηρ αυτου ειπε ¦ ειπε προς αυτον η μητηρ αυτου CT

2:48 καγω ¦ και εγω SBL WH

§2:48 εζητουμεν ¦ ζητουμεν WH

*2:51 ναζαρετ ¦ ναζαρεθ NA SBL SCR TH

2:51 ταυτα ¦ — NA TH WH

2:52 σοφια ¦ εν τη σοφια NA ¦ τη σοφια WH