16
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός. Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. * υποκριται ¦ — CTὙποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δυνασθε ¦ δυνασθε γνωναι ANTδύνασθε; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ του προφητου ¦ — CTτοῦ προφήτου. Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθε.
Καὶ ἐλθόντες οἱ μαθηταὶ § αυτου ¦ — CTαὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν * αυτοις ¦ — CTαὐτοῖς, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ελαβετε 97.4% ¦ εχετε NA TH WH 1.7%ἐλάβετε; Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυριδας ¦ σφυριδας WHσπυρίδας ἐλάβετε; 11 Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ § αρτου ¦ αρτων CTἄρτου εἶπον ὑμῖν * προσεχειν ¦ προσεχετε δε CTπροσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης του αρτου 93.2% ¦ των αρτων CT 1.2%τοῦ ἄρτου, αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη § καισαρειας ¦ καισαριας WHΚαισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα * με ¦ — CTμε λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 Οἱ δὲ ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οἱ μὲν ιωαννην ¦ ιωανην WHἸωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ § ηλιαν ¦ ηλειαν WHἨλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν. 15 Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17  * και αποκριθεις ¦ αποκριθεις δε CTΚαὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19  και ¦ — CTΚαὶ δώσω σοι τὰς κλεις ¦ κλειδας CTκλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 Τότε § διεστειλατο ¦ επετιμησε WHδιεστείλατο τοῖς μαθηταῖς * αυτου ¦ — CTαὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ιησους ¦ — CT PCKἸησοῦς ὁ Χριστός.
21 Ἀπὸ τότε ἤρξατο ο ιησους ¦ ιησους χριστος WHὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν § απελθειν εις ιεροσολυμα ¦ εις ιεροσολυμα απελθειν CTἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, * ιλεως ¦ ειλεως THἽλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 Ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου ει ¦ ει εμου CTμου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25 Ὃς γὰρ αν ¦ εαν CTἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26 τί γὰρ § ωφελειται ¦ ωφεληθησεται CTὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 Ἀμὴν λέγω * υμιν ¦ υμιν οτι CTὑμῖν, εἰσί τινες ωδε εστωτες ¦ των ωδε εστηκοτων ANT TR ¦ των ωδε εστωτων CTὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

*16:3 υποκριται ¦ — CT

16:3 δυνασθε ¦ δυνασθε γνωναι ANT

16:4 του προφητου ¦ — CT

§16:5 αυτου ¦ — CT

*16:8 αυτοις ¦ — CT

16:8 ελαβετε 97.4% ¦ εχετε NA TH WH 1.7%

16:10 σπυριδας ¦ σφυριδας WH

§16:11 αρτου ¦ αρτων CT

*16:11 προσεχειν ¦ προσεχετε δε CT

16:12 του αρτου 93.2% ¦ των αρτων CT 1.2%

16:12 αλλα ¦ αλλ ANT NA28 TR

§16:13 καισαρειας ¦ καισαριας WH

*16:13 με ¦ — CT

16:14 ειπον ¦ ειπαν NA SBL WH

16:14 ιωαννην ¦ ιωανην WH

§16:14 ηλιαν ¦ ηλειαν WH

*16:17 και αποκριθεις ¦ αποκριθεις δε CT

16:19 και ¦ — CT

16:19 κλεις ¦ κλειδας CT

§16:20 διεστειλατο ¦ επετιμησε WH

*16:20 αυτου ¦ — CT

16:20 ιησους ¦ — CT PCK

16:21 ο ιησους ¦ ιησους χριστος WH

§16:21 απελθειν εις ιεροσολυμα ¦ εις ιεροσολυμα απελθειν CT

*16:22 ιλεως ¦ ειλεως TH

16:23 μου ει ¦ ει εμου CT

16:25 αν ¦ εαν CT

§16:26 ωφελειται ¦ ωφεληθησεται CT

*16:28 υμιν ¦ υμιν οτι CT

16:28 ωδε εστωτες ¦ των ωδε εστηκοτων ANT TR ¦ των ωδε εστωτων CT