18
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Καὶ προσκαλεσάμενος * ο ιησους ¦ — CTὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅστις οὖν ταπεινωσει ¦ ταπεινωση TRταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὃς ἐὰν δέξηται παιδιον τοιουτον εν ¦ εν παιδιον τοιουτο CTπαιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς § εις ¦ επι TR ¦ περι NA TH WHεἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ * εστιν ¦ — NA SBL WHἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ εκεινω ¦ — CTἐκείνῳ, δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αυτα ¦ αυτον CTαὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν § χωλον η κυλλον ¦ κυλλον η χωλον NA SBL WHχωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶ μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11  * ηλθε γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος 82.6% ¦ — CT 1.5%Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. 12 Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ αφεις ¦ αφησει CTἀφεὶς τὰ ενενηκοντα ¦ εννενηκοντα TRἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη § πορευθεις ¦ και πορευθεις CTπορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς * ενενηκοντα ¦ εννενηκοντα TRἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς υμων ¦ μου WHὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εις ¦ εν CTεἷς τῶν μικρῶν τούτων.
15 Ἐὰν δὲ § αμαρτηση ¦ αμαρτη PCKἁμαρτήσῃ * εις σε ¦ — WHεἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε και ¦ — CT PCKκαὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, ειπε ¦ ειπον SBL WHεἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 Ἀμὴν λέγω ὑμῖν, ὅσα § εαν ¦ αν THἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν * τω ¦ — CTτῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τω ¦ — CTτῷ οὐρανῷ. 19 Πάλιν αμην ¦ — TRἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο § υμων συμφωνησωσιν ¦ συμφωνησωσιν εξ υμων CTὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν * αυτω ο πετρος ειπε ¦ ο πετρος ειπεν αυτω NA WHαὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνεχθη ¦ προσηχθη WHπροσηνέχθη § αυτω εις ¦ εις αυτω WHαὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος * αυτου ¦ — CTαὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα αυτου ¦ — NA SBL WHαὐτοῦ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα ειχε ¦ εχει CTεἶχε, καὶ ἀποδοθῆναι. 26 Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων, § κυριε ¦ — NA SBL WHΚύριε, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα * σοι αποδωσω ¦ αποδωσω σοι CTσοι ἀποδώσω. 27 Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δανειον ¦ δανιον WHδάνειον ἀφῆκεν αὐτῷ. 28 Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων, Ἀπόδος μοι ¦ — CTμοι § ει ¦ ο TRεἴ τι ὀφείλεις. 29 Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ * εις τους ποδας αυτου ¦ — CTεἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ αποδωσω ¦ παντα αποδωσω TRἀποδώσω σοι. 30 Ὁ δὲ οὐκ ἤθελεν, αλλα ¦ αλλ NA28 SCRἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως § ου ¦ — NA TH WHοὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 Ἰδόντες * δε ¦ ουν CTδὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν ¦ αὐτῶν TRἑαυτῶν πάντα τὰ γενόμενα. 32 Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς και εγω ¦ καγω CTκαὶ ἐγώ σε ἠλέησα; 34 Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον § αυτω ¦ — NA SBL WHαὐτῷ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ * επουρανιος ¦ ουρανιος CTἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τα παραπτωματα αυτων ¦ — CTτὰ παραπτώματα αὐτῶν.

*18:2 ο ιησους ¦ — CT

18:4 ταπεινωσει ¦ ταπεινωση TR

18:5 παιδιον τοιουτον εν ¦ εν παιδιον τοιουτο CT

§18:6 εις ¦ επι TR ¦ περι NA TH WH

*18:7 εστιν ¦ — NA SBL WH

18:7 εκεινω ¦ — CT

18:8 αυτα ¦ αυτον CT

§18:8 χωλον η κυλλον ¦ κυλλον η χωλον NA SBL WH

*18:11 ηλθε γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος 82.6% ¦ — CT 1.5%

18:12 αφεις ¦ αφησει CT

18:12 ενενηκοντα ¦ εννενηκοντα TR

§18:12 πορευθεις ¦ και πορευθεις CT

*18:13 ενενηκοντα ¦ εννενηκοντα TR

18:14 υμων ¦ μου WH

18:14 εις ¦ εν CT

§18:15 αμαρτηση ¦ αμαρτη PCK

*18:15 εις σε ¦ — WH

18:15 και ¦ — CT PCK

18:17 ειπε ¦ ειπον SBL WH

§18:18 εαν ¦ αν TH

*18:18 τω ¦ — CT

18:18 τω ¦ — CT

18:19 αμην ¦ — TR

§18:19 υμων συμφωνησωσιν ¦ συμφωνησωσιν εξ υμων CT

*18:21 αυτω ο πετρος ειπε ¦ ο πετρος ειπεν αυτω NA WH

18:22 αλλ ¦ αλλα NA27 SBL TH WH

18:24 προσηνεχθη ¦ προσηχθη WH

§18:24 αυτω εις ¦ εις αυτω WH

*18:25 αυτου ¦ — CT

18:25 αυτου ¦ — NA SBL WH

18:25 ειχε ¦ εχει CT

§18:26 κυριε ¦ — NA SBL WH

*18:26 σοι αποδωσω ¦ αποδωσω σοι CT

18:27 δανειον ¦ δανιον WH

18:28 μοι ¦ — CT

§18:28 ει ¦ ο TR

*18:29 εις τους ποδας αυτου ¦ — CT

18:29 αποδωσω ¦ παντα αποδωσω TR

18:30 αλλα ¦ αλλ NA28 SCR

§18:30 ου ¦ — NA TH WH

*18:31 δε ¦ ουν CT

18:31 ἑαυτῶν ¦ αὐτῶν TR

18:33 και εγω ¦ καγω CT

§18:34 αυτω ¦ — NA SBL WH

*18:35 επουρανιος ¦ ουρανιος CT

18:35 τα παραπτωματα αυτων ¦ — CT