20
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. * και συμφωνησας ¦ συμφωνησας δε CT TRΚαὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τριτην ¦ την τριτην TRτρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· και εκεινοις ¦ κακεινοις TRκαὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. § παλιν ¦ παλιν δε NA TH WHΠάλιν ἐξελθὼν περὶ ἕκτην καὶ * ενατην ¦ εννατην TRἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ωραν ¦ — CTὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας αργους ¦ — CTἀργούς, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, § και ο εαν η δικαιον ληψεσθε ¦ — CTκαὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος * αυτοις ¦ — WHαὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. και ελθοντες ¦ ελθοντες δε WHΚαὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10  ελθοντες δε ¦ και ελθοντες CTἘλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι § πλειονα ¦ πλειον CTπλείονα * ληψονται ¦ λημψονται CTλήψονται· καὶ ἔλαβον και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι CTκαὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12 λέγοντες οτι ¦ — CTὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους § ημιν αυτους ¦ αυτους ημιν SBL WHἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 Ὁ δὲ ἀποκριθεὶς * ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν CTεἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15  η ¦ — SBL WHἪ οὐκ ἔξεστί μοι ποιησαι ο θελω ¦ ο θελω ποιησαι CTποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; § ει ¦ η CTΕἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· * πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ — CT 1.4%πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
17  και αναβαινων ο ¦ μελλων δε αναβαινειν WHΚαὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν εν τη οδω και ¦ και εν τη οδω CTἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς, 18 Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ § αναστησεται ¦ εγερθησεται CTἀναστήσεται.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι * παρ ¦ απ NA TH WHπαρ᾽ αὐτοῦ. 21 Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου ¦ — WHσου, καὶ εἷς ἐξ εὐωνύμων σου ¦ — TRσου, ἐν τῇ βασιλείᾳ σου. 22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, § η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι TR ¦ — CTἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23  * και ¦ — CTΚαὶ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ — CTκαὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου ¦ — CTμου οὐκ ἔστιν § εμον ¦ εμον τουτο NAἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 Οὐχ οὕτω * δε ¦ — ANT CTδὲ εσται ¦ εστιν WHἔσται εν ¦ — PCKἐν ὑμῖν· ἀλλ᾽ ὃς § εαν ¦ αν SBL TH WHἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι * εσται ¦ εστω TRἔσται ὑμῶν διάκονος· 27 καὶ ὃς εαν ¦ αν CTἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, εστω ¦ εσται ANT CT PCKἔστω ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ § ιεριχω ¦ ιερειχω TH WHἸεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, * ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL WH ¦ ελεησον ημας ιησου THἘλέησον ἡμᾶς, Κύριε, υιος ¦ υιε THυἱὸς δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον § εκραζον ¦ εκραξαν CTἔκραζον, λέγοντες, * ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL TH WHἘλέησον ἡμᾶς, Κύριε, υιος ¦ υιε THυἱὸς δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε, Τί θέλετε ποιήσω ὑμῖν; 33 Λέγουσιν αὐτῷ, Κύριε, ἵνα § ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων CTἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν * οφθαλμων ¦ ομματων CTὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αυτων οι οφθαλμοι ¦ — CTαὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

*20:2 και συμφωνησας ¦ συμφωνησας δε CT TR

20:3 τριτην ¦ την τριτην TR

20:4 και εκεινοις ¦ κακεινοις TR

§20:5 παλιν ¦ παλιν δε NA TH WH

*20:5 ενατην ¦ εννατην TR

20:6 ωραν ¦ — CT

20:6 αργους ¦ — CT

§20:7 και ο εαν η δικαιον ληψεσθε ¦ — CT

*20:8 αυτοις ¦ — WH

20:9 και ελθοντες ¦ ελθοντες δε WH

20:10 ελθοντες δε ¦ και ελθοντες CT

§20:10 πλειονα ¦ πλειον CT

*20:10 ληψονται ¦ λημψονται CT

20:10 και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι CT

20:12 οτι ¦ — CT

§20:12 ημιν αυτους ¦ αυτους ημιν SBL WH

*20:13 ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν CT

20:15 η ¦ — SBL WH

20:15 ποιησαι ο θελω ¦ ο θελω ποιησαι CT

§20:15 ει ¦ η CT

*20:16 πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ — CT 1.4%

20:17 και αναβαινων ο ¦ μελλων δε αναβαινειν WH

20:17 εν τη οδω και ¦ και εν τη οδω CT

§20:19 αναστησεται ¦ εγερθησεται CT

*20:20 παρ ¦ απ NA TH WH

20:21 σου ¦ — WH

20:21 σου ¦ — TR

§20:22 η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι TR ¦ — CT

*20:23 και ¦ — CT

20:23 και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ — CT

20:23 μου ¦ — CT

§20:23 εμον ¦ εμον τουτο NA

*20:26 δε ¦ — ANT CT

20:26 εσται ¦ εστιν WH

20:26 εν ¦ — PCK

§20:26 εαν ¦ αν SBL TH WH

*20:26 εσται ¦ εστω TR

20:27 εαν ¦ αν CT

20:27 εστω ¦ εσται ANT CT PCK

§20:29 ιεριχω ¦ ιερειχω TH WH

*20:30 ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL WH ¦ ελεησον ημας ιησου TH

20:30 υιος ¦ υιε TH

20:30 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

§20:31 εκραζον ¦ εκραξαν CT

*20:31 ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL TH WH

20:31 υιος ¦ υιε TH

20:31 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

§20:33 ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων CT

*20:34 οφθαλμων ¦ ομματων CT

20:34 αυτων οι οφθαλμοι ¦ — CT