2
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ * τις ¦ τι PCK ¦ τινα TRτις σπλάγχνα καὶ οικτιρμοι ¦ οικτειρμοι THοἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, συμψυχοι ¦ συνψυχοι TH WHσύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν § κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα NA SBL TH ¦ κατ εριθιαν μηδε κατα WHκατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν * εκαστος ¦ εκαστοι SBL WHἕκαστος σκοπειτε ¦ σκοπουντες CTσκοπεῖτε, ἀλλὰ καὶ τα ¦ το PCKτὰ ἑτέρων § εκαστος ¦ εκαστοι CTἕκαστος. Τοῦτο * γαρ φρονεισθω ¦ φρονειτε CTγὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ονομα ¦ το ονομα CTὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ πατρός.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13  § ο ¦ — CTὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ * αμωμητα εν μεσω ¦ αμωμα μεσον CTἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17  αλλ ¦ αλλα NA27 SBL WHἈλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαιρω ¦ συνχαιρω TH WHσυγχαίρω πᾶσιν ὑμῖν· 18 τὸ § δ ¦ δε CTδ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ * συγχαιρετε ¦ συνχαιρετε TH WHσυγχαίρετέ μοι.
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. 20 Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. 21 Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ χριστου ιησου ¦ του χριστου ιησου TR ¦ ιησου χριστου NA SBL THΧριστοῦ Ἰησοῦ. 22 Τὴν δὲ δοκιμὴν αὐτοῦ γινωσκετε ¦ γεινωσκετε THγινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν § απιδω ¦ αφιδω CTἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ * συστρατιωτην ¦ συνστρατιωτην TH WHσυστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας υμας ¦ υμας ιδειν WHὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε· 27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανατω ¦ θανατου ANT WHθανάτῳ, § αλλα ¦ αλλ ANT HF NA28 PCK TRἀλλὰ ὁ Θεὸς * αυτον ηλεησεν ¦ ηλεησεν αυτον CTαὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λυπην ¦ λυπη TRλύπην σχῶ. 28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29 Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· 30 ὅτι διὰ τὸ ἔργον του χριστου ¦ χριστου NA SBL TH ¦ κυριου WHτοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, § παραβουλευσαμενος ¦ παραβολευσαμενος CTπαραβουλευσάμενος τῇ ψυχῇ, ἵνα * αναπληρωση ¦ πληρωση PCKἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

*2:1 τις ¦ τι PCK ¦ τινα TR

2:1 οικτιρμοι ¦ οικτειρμοι TH

2:2 συμψυχοι ¦ συνψυχοι TH WH

§2:3 κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα NA SBL TH ¦ κατ εριθιαν μηδε κατα WH

*2:4 εκαστος ¦ εκαστοι SBL WH

2:4 σκοπειτε ¦ σκοπουντες CT

2:4 τα ¦ το PCK

§2:4 εκαστος ¦ εκαστοι CT

*2:5 γαρ φρονεισθω ¦ φρονειτε CT

2:7 αλλ ¦ αλλα NA27 SBL TH WH

2:9 ονομα ¦ το ονομα CT

§2:13 ο ¦ — CT

*2:15 αμωμητα εν μεσω ¦ αμωμα μεσον CT

2:17 αλλ ¦ αλλα NA27 SBL WH

2:17 συγχαιρω ¦ συνχαιρω TH WH

§2:18 δ ¦ δε CT

*2:18 συγχαιρετε ¦ συνχαιρετε TH WH

2:21 χριστου ιησου ¦ του χριστου ιησου TR ¦ ιησου χριστου NA SBL TH

2:22 γινωσκετε ¦ γεινωσκετε TH

§2:23 απιδω ¦ αφιδω CT

*2:25 συστρατιωτην ¦ συνστρατιωτην TH WH

2:26 υμας ¦ υμας ιδειν WH

2:27 θανατω ¦ θανατου ANT WH

§2:27 αλλα ¦ αλλ ANT HF NA28 PCK TR

*2:27 αυτον ηλεησεν ¦ ηλεησεν αυτον CT

2:27 λυπην ¦ λυπη TR

2:30 του χριστου ¦ χριστου NA SBL TH ¦ κυριου WH

§2:30 παραβουλευσαμενος ¦ παραβολευσαμενος CT

*2:30 αναπληρωση ¦ πληρωση PCK