4
1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
2 * ευοδιαν ¦ ευωδιαν STΕὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. 3 † ναι ¦ και TRΝαί, ἐρωτῶ καὶ σέ, ‡ συζυγε γνησιε ¦ γνησιε συζυγε NA SBL ¦ γνησιε συνζυγε TH WHσύζυγε γνήσιε, § συλλαμβανου ¦ συνλαμβανου TH WHσυλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. 5 Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς. 6 Μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει * μετα ¦ μετ SBL WHμετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. 7 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε. 9 Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
10 Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. 11 Οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. 12 Οἶδα † και ¦ δε STκαὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. 13 Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με ‡ χριστω ¦ — CTΧριστῷ. 14 Πλὴν καλῶς ἐποιήσατε § συγκοινωνησαντες ¦ συνκοινωνησαντες TH WHσυγκοινωνήσαντές μου τῇ θλίψει.
15 Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ * ληψεως ¦ λημψεως CTλήψεως, εἰ μὴ ὑμεῖς μόνοι· 16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. 17 Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. 18 Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ. 19 Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ ‡ τον πλουτον ¦ το πλουτος CTτὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ. 20 Τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. 22 Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
23 Ἡ χάρις τοῦ § κυριου ¦ κυριου ημων TRΚυρίου Ἰησοῦ Χριστοῦ μετὰ * παντων 89.5% ¦ του πνευματος CT 8.8%πάντων ὑμῶν. † αμην ¦ — NA SBL WHἈμήν.‡ The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι᾽ Ἐπαφροδίτου.
*4:2 ευοδιαν ¦ ευωδιαν ST
†4:3 ναι ¦ και TR
‡4:3 συζυγε γνησιε ¦ γνησιε συζυγε NA SBL ¦ γνησιε συνζυγε TH WH
§4:3 συλλαμβανου ¦ συνλαμβανου TH WH
*4:6 μετα ¦ μετ SBL WH
†4:12 και ¦ δε ST
‡4:13 χριστω ¦ — CT
§4:14 συγκοινωνησαντες ¦ συνκοινωνησαντες TH WH
*4:15 ληψεως ¦ λημψεως CT
†4:17 αλλ ¦ αλλα NA27 SBL TH WH
‡4:19 τον πλουτον ¦ το πλουτος CT
§4:23 κυριου ¦ κυριου ημων TR
*4:23 παντων 89.5% ¦ του πνευματος CT 8.8%
†4:23 αμην ¦ — NA SBL WH
‡4:23 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι᾽ Ἐπαφροδίτου.