14
Prophecy is better than Tongues
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῷ* τω f35 A [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU Θεῷ, οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ γαρ f35 [97%] HF,RP,OC,TR,CP ¦ δε 𝕻46ℵA,B [3%] NU ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις (ἐκτὸς εἰ μὴ διερμηνεύει), διερμηνευει f35 [85%] HF,RP,OC,CP ¦ διερμηνευη 𝕻46ℵA,B,048 [14%] TR,NU ¦ διερμηνευων [1%] ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
Messages need to be intelligible
Νυνὶ§ νυνι f35 [90%] HF,RP,OC,TR,CP ¦ νυν ℵA,B [10%] NU δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν* εν f35 A,B,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [2%] διδαχῇ; Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα· ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, διδω f35 𝕻46 [85%] HF,RP,OC,CP ¦ δω ℵA,B [15%] TR,NU πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ φωνην σαλπιγξ f35 B [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵ(A)048 [5%] NU δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς· διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν§ εστιν f35 [94%] HF,RP,OC,TR,CP ¦ εισιν 𝕻46ℵA,B [6%] NU ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν* αυτων f35 (92.6%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,048 (7.4%) NU ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 Οὕτως καὶ ὑμεῖς· ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. 13 Διόπερ διοπερ f35 [97%] HF,RP,OC,TR,CP ¦ διο 𝕻46ℵA,B,048 [3%] NU ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ γαρ f35 ℵA,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] προσεύχωμαι§ προσευχωμαι rell ¦ προσευχομαι [15%] γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 Τί οὖν ἐστιν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεί, ἐὰν εὐλογήσῃς* ευλογησης f35 𝕻46048 [90%] HF,RP,OC,TR,CP ¦ ευλογης ℵA,B [10%] NU τῷ τω f35 [96%] HF,RP,OC,TR,CP ¦ εν B [2%] [NU] ¦ — 𝕻46ℵA [2%] πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ «Ἀμὴν» ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
Paul’s example
18 Εὐχαριστῶ τῷ Θεῷ μου μου f35 [94%] HF,RP,OC,TR,CP ¦ — (𝕻46)ℵA,B [6%] NU πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν,§ λαλων f35 [96%] HF,RP,OC,TR,CP ¦ λαλω ℵB,048 [3%] NU ¦ λαλειν 𝕻46 [1%] ¦ — A 19 ἀλλ᾿* αλλ rell ¦ αλλα 𝕻46A,B [1%] NU ¦ — ℵ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός δια του νοος f35 048 (89.6%) HF,RP,OC,TR,CP ¦ 12 νους (1.9%) ¦ τω νοι ℵA,B (7.7%) NU ¦ εν τω νοι 𝕻46 (0.3%) ¦ two other readings (0.5%) μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους λογους rell ¦ — 𝕻46 [14%] ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν—ἀλλά, τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.§ γινεσθε rell ¦ γινεσθαι (A) [30%] some TRs 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι· «Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις* ετεροις f35 𝕻46 [97%] HF,RP,OC,TR,CP ¦ ετερων ℵA,B,0201 [3%] NU λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου,» λέγει Κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, γλωσσαις λαλωσιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [4%] NU ¦ ~ λαλησωσιν 1 𝕻46 εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. 25 Καὶ οὕτως και ουτως f35 (75.8%) RP ¦ 1 ουτω (17.3%) HF,OC,TR,CP ¦ 1 (0.8%) ¦ — 𝕻46ℵA,B,048,0201 (5.5%) NU ¦ long omission (0.5%) τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι, «Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.»§ οντως ο θεος εν υμιν εστιν f35 A,B [23%] CP,NU ¦ ~ 231456 [75%] HF,RP,OC,TR ¦ 23456 [1%] ¦ 13456 ℵ [1%] ¦ ~ 145623 𝕻46
There are limits
26 Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν* υμων f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,0201 (3.2%) NU ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν γλωσσαν εχει αποκαλυψιν f35 [71%] HF,RP,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B [14%] NU ¦ 3 [5%] ¦ — [10%] ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω. γινεσθω f35 ℵ [95%] HF,RP,OC,CP,NU ¦ γενεσθω [3%] TR ¦ γεινεσθω 𝕻46A,B [2%] 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. 28 Ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 Προφῆται δὲ§ δε rell ¦ — 𝕻46 [1%] CP δύο ἢ τρεῖς λαλείτωσαν,* λαλειτωσαν rell ¦ λαλητωσαν [12%] καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθ᾿ ἕνα ενα rell ¦ 1 εκαστοι [1%] CP πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται. 32 Καί, πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γὰρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλ᾿ αλλ f35 (𝕻46) [70%] TR ¦ αλλα ℵA,B,C [30%] HF,RP,OC,CP,NU εἰρήνης.
Wives are not to speak
Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, 34 αἱ γυναῖκες ὑμῶν§ υμων f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται* επιτετραπται f35 [94%] HF,RP,OC,TR,CP ¦ επιτρεπεται ℵB [3%] NU ¦ επιτρεπετε A [1%] ¦ επιτετρεπται [2%] αὐταῖς αυταις rell ¦ αυτοις [2%] CP λαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι, υποτασσεσθαι f35 [98%] HF,RP,OC,TR,CP ¦ υποτασσεσθωσαν ℵ(A)B [2%] NU καθὼς καὶ ὁ νόμος λέγει. 35 Εἰ δέ τι μαθεῖν θέλουσιν,§ θελουσιν rell ¦ εθελουσιν [2%] CP ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναιξὶν* γυναιξιν f35 [93%] HF,RP,OC,TR,CP ¦ γυναικι 𝕻46ℵA,B [7%] NU ἐν ἐκκλησίᾳ γυναιξιν εν εκκλησια rell ¦ ~ 231 CP λαλεῖν. εν εκκλησια λαλειν f35 [87%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵA,B [3%] NU ¦ 1 εκκλησιαις 3 [10%] 36 Ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
Paul gets ‘authoritative’
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι§ οτι f35 𝕻46ℵA,B [92%] HF,RP,CP,NU ¦ 1 του [8%] OC,TR Κυρίου εἰσὶν ἐντολαί.* εισιν εντολαι f35 [94%] HF,RP,OC,TR,CP ¦ εστιν εντολη 𝕻46A,B,048 [2%] NU ¦ ~ 21 [1%] ¦ εστιν [1%] ¦ 1 αι 2 [2%] ¦ εντολη εστιν ℵ 38 Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. αγνοειτω f35 𝕻46B [89.5%] HF,RP,OC,TR,CP ¦ αγνωειτω [6%] ¦ αγνοειται ℵA,048 [1.5%] NU ¦ five more spellings [3%]
39 Ὥστε, ἀδελφοί, αδελφοι f35 𝕻46 [80%] HF,RP,OC,TR ¦ 1 μου ℵA,B,048 [20%] CP[NU] ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε.§ γλωσσαις μη κωλυετε f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵ(A)048 [2%] NU ¦ ~ 23 εν 1 𝕻46(B) ¦ εν 123 [1%] 40 Πάντα* παντα f35 [93%] HF,RP,OC,TR,CP ¦ 1 δε 𝕻46ℵA,B [7%] NU εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

*14:2 τω f35 A [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU

14:5 γαρ f35 [97%] HF,RP,OC,TR,CP ¦ δε 𝕻46ℵA,B [3%] NU

14:5 διερμηνευει f35 [85%] HF,RP,OC,CP ¦ διερμηνευη 𝕻46ℵA,B,048 [14%] TR,NU ¦ διερμηνευων [1%]

§14:6 νυνι f35 [90%] HF,RP,OC,TR,CP ¦ νυν ℵA,B [10%] NU

*14:6 εν f35 A,B,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [2%]

14:7 διδω f35 𝕻46 [85%] HF,RP,OC,CP ¦ δω ℵA,B [15%] TR,NU

14:8 φωνην σαλπιγξ f35 B [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵ(A)048 [5%] NU

§14:10 εστιν f35 [94%] HF,RP,OC,TR,CP ¦ εισιν 𝕻46ℵA,B [6%] NU

*14:10 αυτων f35 (92.6%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,048 (7.4%) NU

14:13 διοπερ f35 [97%] HF,RP,OC,TR,CP ¦ διο 𝕻46ℵA,B,048 [3%] NU

14:14 γαρ f35 ℵA,048 [98%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%]

§14:14 προσευχωμαι rell ¦ προσευχομαι [15%]

*14:16 ευλογησης f35 𝕻46048 [90%] HF,RP,OC,TR,CP ¦ ευλογης ℵA,B [10%] NU

14:16 τω f35 [96%] HF,RP,OC,TR,CP ¦ εν B [2%] [NU] ¦ — 𝕻46ℵA [2%]

14:18 μου f35 [94%] HF,RP,OC,TR,CP ¦ — (𝕻46)ℵA,B [6%] NU

§14:18 λαλων f35 [96%] HF,RP,OC,TR,CP ¦ λαλω ℵB,048 [3%] NU ¦ λαλειν 𝕻46 [1%] ¦ — A

*14:19 αλλ rell ¦ αλλα 𝕻46A,B [1%] NU ¦ — ℵ

14:19 δια του νοος f35 048 (89.6%) HF,RP,OC,TR,CP ¦ 12 νους (1.9%) ¦ τω νοι ℵA,B (7.7%) NU ¦ εν τω νοι 𝕻46 (0.3%) ¦ two other readings (0.5%)

14:19 λογους rell ¦ — 𝕻46 [14%]

§14:20 γινεσθε rell ¦ γινεσθαι (A) [30%] some TRs

*14:21 ετεροις f35 𝕻46 [97%] HF,RP,OC,TR,CP ¦ ετερων ℵA,B,0201 [3%] NU

14:23 γλωσσαις λαλωσιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [4%] NU ¦ ~ λαλησωσιν 1 𝕻46

14:25 και ουτως f35 (75.8%) RP ¦ 1 ουτω (17.3%) HF,OC,TR,CP ¦ 1 (0.8%) ¦ — 𝕻46ℵA,B,048,0201 (5.5%) NU ¦ long omission (0.5%)

§14:25 οντως ο θεος εν υμιν εστιν f35 A,B [23%] CP,NU ¦ ~ 231456 [75%] HF,RP,OC,TR ¦ 23456 [1%] ¦ 13456 ℵ [1%] ¦ ~ 145623 𝕻46

*14:26 υμων f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,0201 (3.2%) NU

14:26 γλωσσαν εχει αποκαλυψιν f35 [71%] HF,RP,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B [14%] NU ¦ 3 [5%] ¦ — [10%]

14:26 γινεσθω f35 ℵ [95%] HF,RP,OC,CP,NU ¦ γενεσθω [3%] TR ¦ γεινεσθω 𝕻46A,B [2%]

§14:29 δε rell ¦ — 𝕻46 [1%] CP

*14:29 λαλειτωσαν rell ¦ λαλητωσαν [12%]

14:31 ενα rell ¦ 1 εκαστοι [1%] CP

14:33 αλλ f35 (𝕻46) [70%] TR ¦ αλλα ℵA,B,C [30%] HF,RP,OC,CP,NU

§14:34 υμων f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU

*14:34 επιτετραπται f35 [94%] HF,RP,OC,TR,CP ¦ επιτρεπεται ℵB [3%] NU ¦ επιτρεπετε A [1%] ¦ επιτετρεπται [2%]

14:34 αυταις rell ¦ αυτοις [2%] CP

14:34 υποτασσεσθαι f35 [98%] HF,RP,OC,TR,CP ¦ υποτασσεσθωσαν ℵ(A)B [2%] NU

§14:35 θελουσιν rell ¦ εθελουσιν [2%] CP

*14:35 γυναιξιν f35 [93%] HF,RP,OC,TR,CP ¦ γυναικι 𝕻46ℵA,B [7%] NU

14:35 γυναιξιν εν εκκλησια rell ¦ ~ 231 CP

14:35 εν εκκλησια λαλειν f35 [87%] HF,RP,OC,TR,CP ¦ ~ 312 𝕻46ℵA,B [3%] NU ¦ 1 εκκλησιαις 3 [10%]

§14:37 οτι f35 𝕻46ℵA,B [92%] HF,RP,CP,NU ¦ 1 του [8%] OC,TR

*14:37 εισιν εντολαι f35 [94%] HF,RP,OC,TR,CP ¦ εστιν εντολη 𝕻46A,B,048 [2%] NU ¦ ~ 21 [1%] ¦ εστιν [1%] ¦ 1 αι 2 [2%] ¦ εντολη εστιν ℵ

14:38 αγνοειτω f35 𝕻46B [89.5%] HF,RP,OC,TR,CP ¦ αγνωειτω [6%] ¦ αγνοειται ℵA,048 [1.5%] NU ¦ five more spellings [3%]

14:39 αδελφοι f35 𝕻46 [80%] HF,RP,OC,TR ¦ 1 μου ℵA,B,048 [20%] CP[NU]

§14:39 γλωσσαις μη κωλυετε f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵ(A)048 [2%] NU ¦ ~ 23 εν 1 𝕻46(B) ¦ εν 123 [1%]

*14:40 παντα f35 [93%] HF,RP,OC,TR,CP ¦ 1 δε 𝕻46ℵA,B [7%] NU