The collection for the church in Jerusalem
8
The Macedonian example
Γνωρίζομεν* γνωριζομεν rell ¦ γνωριζω [23%] OC ¦ γνωριζωμεν [2%] δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τον πλουτον f35 [98%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵB,C [2%] NU τῆς ἁπλότητος αὐτῶν. Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ υπερ f35 [98%] RP,HF,OC,TR,CP ¦ παρα ℵB,C [2%] NU δύναμιν, αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους δέξασθαι ἡμᾶς§ δεξασθαι ημας f35 [30%] CP,TR ¦ — 𝕻46ℵB,C [70%] RP,HF,OC,NU —καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ (καὶ ἡμῖν, διὰ θελήματος Θεοῦ), εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ* επιτελεση rell ¦ επιτελεσει [24%] εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. Ἀλλ᾿ ὥσπερ ἐν παντὶ περισσεύετε—πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν υμων εν ημιν f35 ℵC [90%] RP,HF,OC,TR,CP ¦ ημων εν υμιν (𝕻46)B [7%] NU ¦ 12 υμιν [1.5%] ¦ two other variants ἀγάπῃ—ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
Christ’s example
Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ἡμᾶς ημας f35 C [40%] ¦ υμας 𝕻46ℵB [60%] RP,HF,OC,TR,CP,NU ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 Καὶ γνώμην ἐν τούτῳ δίδωμι (τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι)· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε—ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι—ἐκ τοῦ ἔχειν 12 (εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν§ καθὸ εαν f35 B,C [30%] RP,HF,OC,TR,CP,NU ¦ καθὸ αν ℵ [3%] ¦ καθ ὃ εαν [58%] ¦ καθ ὃ αν [9%] ἔχῃ* εχη rell ¦ εχει [13%] τις, τις f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [10%] NU εὐπρόσδεκτος, οὐ καθὸ καθὸ rell ¦ καθ ὃ [58%] [The meaning would appear to be virtually the same.] οὐκ ἔχει). 13 Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ§ δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [2%] NU θλῖψις, 14 ἀλλ᾿ ἐξ ἰσότητος—ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα—ὅπως γένηται ἰσότης· 15 καθὼς γέγραπται· «Ὁ* ο rell ¦ ω [1%] CP τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ ο rell ¦ ω [1%] CP ¦ — [39%] τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.»
When handling money, avoid criticism
16 Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι διδοντι f35 ℵB(C)I [65%] RP,HF,OC,TR,CP ¦ δοντι 𝕻46 [34%] NU ¦ διδουντι [1%] τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 Συνεπέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ § ο rell ¦ — [1%] CP ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· 19 οὐ μόνον δέ—ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν πρὸς τὴν αὐτοῦ* αυτου f35 ℵ [92%] RP,HF,OC,TR,CP[NU] ¦ — B,C [5%] ¦ αυτην [3%] ¦ — 𝕻46 has a long omission τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, ημων f35 ℵB,C [94%] RP,HF,OC,NU ¦ υμων [6%] CP,TR ¦ — 𝕻46 has a long omission 20 στελλόμενοι τοῦτο, μή τις ἡμᾶς ημας rell ¦ υμας [15%] μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν· 21 προνοούμενοι§ προνοουμενοι f35 (85.1%) RP,HF,OC,TR,CP ¦ 1 γαρ C (5.5%) ¦ προνοουμεν γαρ 𝕻46ℵB (8.7%) NU ¦ προνοουμεν (0.7%) καλά, οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.* υμας rell ¦ ημας [14%] 23 Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν (καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν) εἰς αὐτοὺς ἐνδείξασθε ενδειξασθε f35 C [97.5%] RP,HF,OC,TR,CP ¦ ενδεικνυμενοι B [1%] NU ¦ ενδειξασθαι (ℵ) [1.5%] εἰς εις f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ και 1 [5%] TR πρόσωπον τῶν ἐκκλησιῶν.

*8:1 γνωριζομεν rell ¦ γνωριζω [23%] OC ¦ γνωριζωμεν [2%]

8:2 τον πλουτον f35 [98%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵB,C [2%] NU

8:3 υπερ f35 [98%] RP,HF,OC,TR,CP ¦ παρα ℵB,C [2%] NU

§8:4 δεξασθαι ημας f35 [30%] CP,TR ¦ — 𝕻46ℵB,C [70%] RP,HF,OC,NU

*8:6 επιτελεση rell ¦ επιτελεσει [24%]

8:7 υμων εν ημιν f35 ℵC [90%] RP,HF,OC,TR,CP ¦ ημων εν υμιν (𝕻46)B [7%] NU ¦ 12 υμιν [1.5%] ¦ two other variants

8:9 ημας f35 C [40%] ¦ υμας 𝕻46ℵB [60%] RP,HF,OC,TR,CP,NU

§8:12 καθὸ εαν f35 B,C [30%] RP,HF,OC,TR,CP,NU ¦ καθὸ αν ℵ [3%] ¦ καθ ὃ εαν [58%] ¦ καθ ὃ αν [9%]

*8:12 εχη rell ¦ εχει [13%]

8:12 τις f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [10%] NU

8:12 καθὸ rell ¦ καθ ὃ [58%] [The meaning would appear to be virtually the same.]

§8:13 δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [2%] NU

*8:15 ο rell ¦ ω [1%] CP

8:15 ο rell ¦ ω [1%] CP ¦ — [39%]

8:16 διδοντι f35 ℵB(C)I [65%] RP,HF,OC,TR,CP ¦ δοντι 𝕻46 [34%] NU ¦ διδουντι [1%]

§8:18 ο rell ¦ — [1%] CP

*8:19 αυτου f35 ℵ [92%] RP,HF,OC,TR,CP[NU] ¦ — B,C [5%] ¦ αυτην [3%] ¦ — 𝕻46 has a long omission

8:19 ημων f35 ℵB,C [94%] RP,HF,OC,NU ¦ υμων [6%] CP,TR ¦ — 𝕻46 has a long omission

8:20 ημας rell ¦ υμας [15%]

§8:21 προνοουμενοι f35 (85.1%) RP,HF,OC,TR,CP ¦ 1 γαρ C (5.5%) ¦ προνοουμεν γαρ 𝕻46ℵB (8.7%) NU ¦ προνοουμεν (0.7%)

*8:22 υμας rell ¦ ημας [14%]

8:24 ενδειξασθε f35 C [97.5%] RP,HF,OC,TR,CP ¦ ενδεικνυμενοι B [1%] NU ¦ ενδειξασθαι (ℵ) [1.5%]

8:24 εις f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ και 1 [5%] TR