ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
Opening Considerations
1
Greeting
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· 2 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν* ημων f35 ℵA,I [98%] RP,HF,OC,TR,CP[NU] ¦ — B [2%] καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Commendation and encouragement
3 Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· 4 ὥστε ἡμᾶς αὐτοὺς† ημας αυτους f35 A [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU ¦ 1 [1%] ἐν ὑμῖν καυχᾶσθαι‡ καυχασθαι f35 [97%] RP,HF,OC,TR,CP ¦ εγκαυχασθαι ℵ(A,B) [3%] NU ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε 5 —ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· 6 εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, 7 καὶ ὑμῖν τοῖς θλιβομένοις, ἄνεσιν (μεθ᾿ ἡμῶν) ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ§ ιησου rell ¦ 1 χριστου [10%] CP ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, 8 διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν* ειδοσιν f35 ℵA,B [70%] RP,HF,OC,TR,CP,NU ¦ 1 τον [30%] Θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,† χριστου f35 ℵA [60%] HF,OC,TR,CP ¦ — B [40%] RP,NU (OC uses small print.) 9 οἵτινες δίκην τίσουσιν· ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ‡ του rell ¦ — [10%] CP Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν§ πιστευσασιν f35 ℵA,B [93%] RP,HF,OC,CP,NU ¦ πιστευουσιν [7%] TR (ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς)· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
A model prayer
11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης* αγαθωσυνης rell ¦ αγαθοσυνης [30%] καὶ ἔργον πίστεως ἐν δυνάμει, 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ† χριστου f35 A [45%] OC,TR,CP ¦ — ℵB [55%] RP,HF,NU (OC uses small print.) ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου, Ἰησοῦ Χριστοῦ.
*1:2 ημων f35 ℵA,I [98%] RP,HF,OC,TR,CP[NU] ¦ — B [2%]
†1:4 ημας αυτους f35 A [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU ¦ 1 [1%]
‡1:4 καυχασθαι f35 [97%] RP,HF,OC,TR,CP ¦ εγκαυχασθαι ℵ(A,B) [3%] NU
§1:7 ιησου rell ¦ 1 χριστου [10%] CP
*1:8 ειδοσιν f35 ℵA,B [70%] RP,HF,OC,TR,CP,NU ¦ 1 τον [30%]
†1:8 χριστου f35 ℵA [60%] HF,OC,TR,CP ¦ — B [40%] RP,NU (OC uses small print.)
‡1:9 του rell ¦ — [10%] CP
§1:10 πιστευσασιν f35 ℵA,B [93%] RP,HF,OC,CP,NU ¦ πιστευουσιν [7%] TR
*1:11 αγαθωσυνης rell ¦ αγαθοσυνης [30%]
†1:12 χριστου f35 A [45%] OC,TR,CP ¦ — ℵB [55%] RP,HF,NU (OC uses small print.)