ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
1
Salutation
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ* ιησου χριστου f35 ℵA [98%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46B [2%] NU διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, εν εφεσω f35 (A) (99.2%) RP,HF,OC,TR,CP[NU] ¦ — (𝕻46)ℵB (0.8%) καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Some concentrated theology
A paean of doctrinal praise
Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καθὼς καθως rell ¦ 1 και OC ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ, εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ § εν η f35 [97%] RP,HF,OC,TR,CP ¦ ης 𝕻46ℵA,B [3%] NU ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον* τον πλουτον f35 [97%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵA,B [3%] NU ¦ one other reading τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ, 10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ—τὰ ἐπὶ επι f35 𝕻46ℵB [70%] RP,HF,OC,NU ¦ εν A [28%] CP ¦ τε εν [2%] TR τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς—ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς της f35 A [30%] TR ¦ — ℵB [70%] RP,HF,OC,CP,NU δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 13 ἐν ᾧ καί, ἡμεῖς§ ημεις f35 A [60%] ¦ υμεις 𝕻46ℵB [40%] RP,HF,OC,TR,CP,NU ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας—τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν· ἐν ᾧ, καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14 ὅς* ος f35 ℵ [90%] RP,HF,OC,TR,CP ¦ ο 𝕻46A,B [10%] NU ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
Some doctrinal praying
15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, αγαπην την εις παντας τους αγιους f35 (94.4%) RP,HF,OC,TR,CP,NU ¦ 3456 𝕻46ℵA,B (1.3%) ¦ ~ 34561 (3.8%) ¦ three other variants (0.5%) (The ‘Alexandrian’ variant is an easy case of homoioteleuton.) 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν υμων f35 (94%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B (5%) NU ¦ two other readings (1%) ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, 18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας§ καρδιας rell ¦ διανοιας [5%] TR ὑμῶν,* υμων f35 ℵA [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ και f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ 20 ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ τῶν των f35 𝕻46 [80%] RP,HF,CP ¦ — ℵA,B [20%] OC,TR,NU νεκρῶν καὶ ἐκάθισεν§ εκαθισεν f35 (86%) RP,HF,OC,TR,CP ¦ εκαθησεν (4.3%) ¦ καθισας 𝕻92B (5.1%) NU ¦ καθησας (1.3%) ¦ καθισας αυτον ℵA (2.5%) ¦ two other variants (0.6%) ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις, 21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος—καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. 22 Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, 23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ* τα rell ¦ — [5%] TR πάντα ἐν πᾶσιν πληρουμένου.

*1:1 ιησου χριστου f35 ℵA [98%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46B [2%] NU

1:1 εν εφεσω f35 (A) (99.2%) RP,HF,OC,TR,CP[NU] ¦ — (𝕻46)ℵB (0.8%)

1:4 καθως rell ¦ 1 και OC

§1:6 εν η f35 [97%] RP,HF,OC,TR,CP ¦ ης 𝕻46ℵA,B [3%] NU

*1:7 τον πλουτον f35 [97%] RP,HF,OC,TR,CP ¦ το πλουτος 𝕻46ℵA,B [3%] NU ¦ one other reading

1:10 επι f35 𝕻46ℵB [70%] RP,HF,OC,NU ¦ εν A [28%] CP ¦ τε εν [2%] TR

1:12 της f35 A [30%] TR ¦ — ℵB [70%] RP,HF,OC,CP,NU

§1:13 ημεις f35 A [60%] ¦ υμεις 𝕻46ℵB [40%] RP,HF,OC,TR,CP,NU

*1:14 ος f35 ℵ [90%] RP,HF,OC,TR,CP ¦ ο 𝕻46A,B [10%] NU

1:15 αγαπην την εις παντας τους αγιους f35 (94.4%) RP,HF,OC,TR,CP,NU ¦ 3456 𝕻46ℵA,B (1.3%) ¦ ~ 34561 (3.8%) ¦ three other variants (0.5%) (The ‘Alexandrian’ variant is an easy case of homoioteleuton.)

1:16 υμων f35 (94%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B (5%) NU ¦ two other readings (1%)

§1:18 καρδιας rell ¦ διανοιας [5%] TR

*1:18 υμων f35 ℵA [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%]

1:18 και f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

1:20 των f35 𝕻46 [80%] RP,HF,CP ¦ — ℵA,B [20%] OC,TR,NU

§1:20 εκαθισεν f35 (86%) RP,HF,OC,TR,CP ¦ εκαθησεν (4.3%) ¦ καθισας 𝕻92B (5.1%) NU ¦ καθησας (1.3%) ¦ καθισας αυτον ℵA (2.5%) ¦ two other variants (0.6%)

*1:23 τα rell ¦ — [5%] TR