2
Do not neglect the great salvation
Διὰ τοῦτο, δεῖ περισσοτέρως ἡμᾶς προσέχειν* ημας προσεχειν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [5%] NU τοῖς ἀκουσθεῖσιν, μήποτε παραρρυῶμεν. παραρρυωμεν f35 [90%] RP,HF,OC,TR,CP ¦ παραρυωμεν 𝕻46ℵA,B [10%] NU Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;—ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις σημειοις f35 [35%] ¦ 1 τε 𝕻46ℵA,B [65%] RP,HF,OC,TR,CP,NU καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
Temporarily lower than angels
Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· διεμαρτύρατο δέ πού τις λέγων· «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,§ αυτον f35 𝕻46B (74.7%) RP,HF,OC,NU ¦ 1 και κατεστησας 1 επι τα εργα των χειρων σου ℵA,C (25.3%) TR,CP πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Ἐν γὰρ τῷ* γαρ τω f35 𝕻46A,C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU ὑποτάξαι αὐτῷ αυτω f35 ℵA,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.
Τὸν δὲ ‹βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον› βλέπομεν, Ἰησοῦν (διὰ τὸ πάθημα τοῦ θανάτου), ‹δόξῃ καὶ τιμῇ ἐστεφανωμένον›—ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
“Bringing many sons into glory”
10 Ἔπρεπεν γὰρ αὐτῷ, δι᾿ ὃν τὰ πάντα καὶ δι᾿ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν Ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 11 Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· 13 καὶ πάλιν, «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ»· καὶ πάλιν, «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.»
14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκὸς καὶ αἵματος, σαρκος και αιματος f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B,C [3%] NU καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου—τοῦτ᾿ ἔστιν τὸν διάβολον— 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 (Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ§ ἁβρααμ f35 [40%] ¦ ἀβρααμ rell (This name is aspirated throughout the book, and the statement of evidence also obtains throughout the book.) [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.] ἐπιλαμβάνεται.) 17 Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς, τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18 Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

*2:1 ημας προσεχειν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [5%] NU

2:1 παραρρυωμεν f35 [90%] RP,HF,OC,TR,CP ¦ παραρυωμεν 𝕻46ℵA,B [10%] NU

2:4 σημειοις f35 [35%] ¦ 1 τε 𝕻46ℵA,B [65%] RP,HF,OC,TR,CP,NU

§2:7 αυτον f35 𝕻46B (74.7%) RP,HF,OC,NU ¦ 1 και κατεστησας 1 επι τα εργα των χειρων σου ℵA,C (25.3%) TR,CP

*2:8 γαρ τω f35 𝕻46A,C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU

2:8 αυτω f35 ℵA,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%]

2:14 σαρκος και αιματος f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B,C [3%] NU

§2:16 ἁβρααμ f35 [40%] ¦ ἀβρααμ rell (This name is aspirated throughout the book, and the statement of evidence also obtains throughout the book.) [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.]