6
Newness of life
Τί οὖν ἐροῦμεν; Ἐπιμενοῦμεν* επιμενουμεν f35 [60%] OC,TR,CP ¦ επιμενομεν ℵ [19%] RP,HF ¦ επιμενωμεν A,B,C [10%] NU ¦ επιμεινωμεν [10%] ¦ επιμεινομεν [1%] τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ζησομεν rell ¦ ζησωμεν [15%] ἐν αὐτῇ; Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ημων rell ¦ υμων CP ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ— ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν§ συζησομεν rell ¦ συζησωμεν C [18%] ¦ συνζησομεν ℵA,B [10%] αὐτῷ, εἰδότες ὅτι Χριστός, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει 10 —ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. 11 Οὕτως καὶ ὑμεῖς, λογίζεσθε* λογιζεσθε rell ¦ λογιζεσθαι A,B [13%] ἑαυτοὺς νεκροὺς μὲν εἶναι νεκρους μεν ειναι f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 312 ℵB,C [2%] [NU] ¦ 12 A [2%] τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. τω κυριω ημων f35 ℵC (96.5%) OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B (3.5%) NU
Down with sin!
12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ§ αυτη εν ταις επιθυμιαις αυτου f35 (81.7%) OC,RP,HF,TR,CP ¦ 52345 (2.2%) ¦ 1234 αυτης (6.2%) ¦ 1234 αυτων (0.5%) ¦ 1234 (0.5%) ¦ 345 ℵA,B,C (7.9%) NU ¦ 1 𝕻46 (1%) 13 —μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς* ως f35 [97%] OC,RP,HF,TR,CP ¦ ωσει ℵA,B,C [3%] NU ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. 14 Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ αλλ rell ¦ αλλα ℵB,C [1%] NU ὑπὸ χάριν.
Grace, not licence
15 Τί οὖν; Ἁμαρτήσομεν αμαρτησομεν f35 [61%] OC,RP,HF,TR,CP ¦ αμαρτησωμεν ℵA,B,C [30%] NU ¦ αμαρτισωμεν [4%] ¦ long omission [5%] ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλ᾿§ αλλ rell ¦ αλλα ℵB,C [1%] NU ὑπὸ χάριν; Μὴ γένοιτο. 16 Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε—ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; 17 Χάρις δὲ τῷ Θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε* υπηκουσατε rell ¦ υπακουσετε CP δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. 18 Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
19 Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22 Νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν—τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

*6:1 επιμενουμεν f35 [60%] OC,TR,CP ¦ επιμενομεν ℵ [19%] RP,HF ¦ επιμενωμεν A,B,C [10%] NU ¦ επιμεινωμεν [10%] ¦ επιμεινομεν [1%]

6:2 ζησομεν rell ¦ ζησωμεν [15%]

6:6 ημων rell ¦ υμων CP

§6:8 συζησομεν rell ¦ συζησωμεν C [18%] ¦ συνζησομεν ℵA,B [10%]

*6:11 λογιζεσθε rell ¦ λογιζεσθαι A,B [13%]

6:11 νεκρους μεν ειναι f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 312 ℵB,C [2%] [NU] ¦ 12 A [2%]

6:11 τω κυριω ημων f35 ℵC (96.5%) OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B (3.5%) NU

§6:12 αυτη εν ταις επιθυμιαις αυτου f35 (81.7%) OC,RP,HF,TR,CP ¦ 52345 (2.2%) ¦ 1234 αυτης (6.2%) ¦ 1234 αυτων (0.5%) ¦ 1234 (0.5%) ¦ 345 ℵA,B,C (7.9%) NU ¦ 1 𝕻46 (1%)

*6:13 ως f35 [97%] OC,RP,HF,TR,CP ¦ ωσει ℵA,B,C [3%] NU

6:14 αλλ rell ¦ αλλα ℵB,C [1%] NU

6:15 αμαρτησομεν f35 [61%] OC,RP,HF,TR,CP ¦ αμαρτησωμεν ℵA,B,C [30%] NU ¦ αμαρτισωμεν [4%] ¦ long omission [5%]

§6:15 αλλ rell ¦ αλλα ℵB,C [1%] NU

*6:17 υπηκουσατε rell ¦ υπακουσετε CP