11
The remnant
Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν.* βενιαμιν rell ¦ βενιαμην [15%] βενιαμειν 𝕻46ℵA,C [2%] Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ ἠλια f35 [80%] OC,RP,HF,CP,NU ¦ ἡλια [20%] TR τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων· λεγων f35 ℵ [97%] OC,RP,HF,TR,CP ¦ — A,B,C [3%] NU «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ§ και f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.» Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπον* κατελιπον f35 ℵB [86%] OC,RP,HF,TR,CP,NU ¦ κατελειπον 𝕻46A,C [14%] ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. ει δε εξ εργων ουκετι εστιν χαρις επει το εργον ουκετι εστιν εργον f35 (91.4%) OC,RP,HF,TR,CP ¦ 1-5,7-12, 7 B (0.7%) ¦ 1-7 (1%) ¦ 8-13 (2.5%) ¦ 1-6,13 (0.5%) ¦ — 𝕻46ℵA,C (3.5%) NU ¦ one other variant (0.3%)
Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου τουτου f35 [32%] TR ¦ τουτο (𝕻46)ℵA,B,C [68%] OC,RP,HF,CP,NU (The verb normally takes the genitive.) οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν. Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς. 10 Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»§ συγκαμψον rell ¦ συγκαψον [20%] CP ¦ συνκαμψον 𝕻46ℵB [2%]
The restoration
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία* σωτηρια rell ¦ σοτηρια CP τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 Ὑμῖν γὰρ γαρ f35 [97%] OC,RP,HF,TR,CP ¦ δε ℵA,B [3%] NU ¦ ουν C λέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσον Εφ᾿ ὁσον [70%] OC,RP,HF,TR,NU ¦ εφόσον f35 [30%] CP (for the record; the scribes were just saving ink.) μέν§ μεν f35 [93%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46ℵA,B,C [2%] NU ¦ — [5%] εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω), 14 εἴ πως* ει πως rell ¦ ειπω [3%] CP παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ ει rell ¦ η [12%] γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις προσληψις rell ¦ προσλημψις 𝕻46ℵA,B [1%] NU ¦ προληψις C ¦ four further spellings εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ§ ει rell ¦ — 𝕻46 [10%] ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
Grafted olive branches
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ* της ριζης και f35 A [95%] OC,RP,HF,TR,CP ¦ 12 ℵB,C [4%] NU ¦ — 𝕻46 [1%] τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ αλλ rell ¦ αλλα ℵB [1%] NU ἡ ῥίζα σέ). 19 Ἐρεῖς οὖν, «Ἐξεκλάσθησαν εξεκλασθησαν f35 𝕻46ℵA,B,C [87%] RP,HF,CP,NU ¦ 1 οι [13%] OC,TR [OC is in small print] κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.»§ εγκεντρισθω rell ¦ ενκεντρισθω 𝕻46ℵA,B [12%] 20 Καλῶς. Τῇ ἀπιστίᾳ* απιστια rell ¦ απιστεια A [14%] ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει, υψηλοφρονει f35 C [99%] OC,RP,HF,TR,CP ¦ υψηλα φρονει 𝕻46ℵA,B [1%] NU ἀλλὰ φοβοῦ. 21 Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως μη πως f35 𝕻46 [98%] OC,RP,HF,TR,CP[NU] ¦ — ℵA,B,C [2%] οὐδὲ σοῦ φείσεται.§ φεισεται f35 𝕻46(ℵ)A,B,C [95%] OC,RP,HF,CP,NU ¦ φεισηται [5%] TR 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν·* αποτομιαν f35 [98%] OC,RP,HF,TR,CP ¦ αποτομια 𝕻46ℵA,B,C [2%] NU ἐπὶ δὲ σέ, χρηστότητα, χρηστοτητα f35 [98%] OC,RP,HF,TR,CP ¦ χρηστοτης θεου 𝕻46(ℵ)A,B,C [2%] NU ἐὰν ἐπιμείνῃς επιμεινης f35 A,C [96%] OC,RP,HF,TR,CP ¦ επιμενης ℵB [3%] NU ¦ επιμινης C ¦ two other spellings [1%] τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 Καὶ ἐκεῖνοι§ και εκεινοι f35 [87%] OC,RP,HF,TR,CP ¦ κακεινοι ℵA,B,C [13%] NU δέ, ἐὰν μὴ ἐπιμείνωσιν* επιμεινωσιν f35 C [97%] OC,RP,HF,TR,CP ¦ επιμενωσιν ℵB [2%] NU ¦ επιμινωσιν A ¦ two other spellings [1%] τῇ ἀπιστίᾳ, απιστια rell ¦ απιστεια A [10%] ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστιν ο θεος εστιν f35 [65%] OC,RP,CP ¦ ~ 312 ℵA,B,C [35%] HF,TR,NU πάλιν ἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
Hardening
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿§ παρ f35 ℵC [98%] OC,RP,HF,TR,CP[NU] ¦ εν A,B [0.5%] ¦ — 𝕻46 [1.5%] ἑαυτοῖς φρόνιμοι)·* φρονιμοι rell ¦ φρονημοι [18%] ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. 26 Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶ και f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.»
28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 Ὥσπερ γὰρ καὶ και f35 [94%] OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B,C [6%] NU ¦ omit whole verse ℵ ὑμεῖς ποτε§ υμεις ποτε f35 𝕻46ℵB,C [95%] OC,RP,HF,TR,NU ¦ ~ 21 A ¦ ~ 2 και 1 [5%] CP ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,* απειθεια rell ¦ απειθια B [8%] CP 31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ αυτοι f35 𝕻46A [98%] OC,RP,HF,TR,CP ¦ 1 νυν ℵB [1%] [NU] ¦ 1 υστερον [1%] ἐλεηθῶσιν. 32 Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
Doxology
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα ανεξερευνητα f35 [99%] OC,RP,HF,TR,CP ¦ ανεξεραυνητα ℵA,B [1%] NU τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34 «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» 35 Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» 36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

*11:1 βενιαμιν rell ¦ βενιαμην [15%] βενιαμειν 𝕻46ℵA,C [2%]

11:2 ἠλια f35 [80%] OC,RP,HF,CP,NU ¦ ἡλια [20%] TR

11:2 λεγων f35 ℵ [97%] OC,RP,HF,TR,CP ¦ — A,B,C [3%] NU

§11:3 και f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU

*11:4 κατελιπον f35 ℵB [86%] OC,RP,HF,TR,CP,NU ¦ κατελειπον 𝕻46A,C [14%]

11:6 ει δε εξ εργων ουκετι εστιν χαρις επει το εργον ουκετι εστιν εργον f35 (91.4%) OC,RP,HF,TR,CP ¦ 1-5,7-12, 7 B (0.7%) ¦ 1-7 (1%) ¦ 8-13 (2.5%) ¦ 1-6,13 (0.5%) ¦ — 𝕻46ℵA,C (3.5%) NU ¦ one other variant (0.3%)

11:7 τουτου f35 [32%] TR ¦ τουτο (𝕻46)ℵA,B,C [68%] OC,RP,HF,CP,NU (The verb normally takes the genitive.)

§11:10 συγκαμψον rell ¦ συγκαψον [20%] CP ¦ συνκαμψον 𝕻46ℵB [2%]

*11:11 σωτηρια rell ¦ σοτηρια CP

11:13 γαρ f35 [97%] OC,RP,HF,TR,CP ¦ δε ℵA,B [3%] NU ¦ ουν C

11:13 Εφ᾿ ὁσον [70%] OC,RP,HF,TR,NU ¦ εφόσον f35 [30%] CP (for the record; the scribes were just saving ink.)

§11:13 μεν f35 [93%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46ℵA,B,C [2%] NU ¦ — [5%]

*11:14 ει πως rell ¦ ειπω [3%] CP

11:15 ει rell ¦ η [12%]

11:15 προσληψις rell ¦ προσλημψις 𝕻46ℵA,B [1%] NU ¦ προληψις C ¦ four further spellings

§11:16 ει rell ¦ — 𝕻46 [10%]

*11:17 της ριζης και f35 A [95%] OC,RP,HF,TR,CP ¦ 12 ℵB,C [4%] NU ¦ — 𝕻46 [1%]

11:18 αλλ rell ¦ αλλα ℵB [1%] NU

11:19 εξεκλασθησαν f35 𝕻46ℵA,B,C [87%] RP,HF,CP,NU ¦ 1 οι [13%] OC,TR [OC is in small print]

§11:19 εγκεντρισθω rell ¦ ενκεντρισθω 𝕻46ℵA,B [12%]

*11:20 απιστια rell ¦ απιστεια A [14%]

11:20 υψηλοφρονει f35 C [99%] OC,RP,HF,TR,CP ¦ υψηλα φρονει 𝕻46ℵA,B [1%] NU

11:21 μη πως f35 𝕻46 [98%] OC,RP,HF,TR,CP[NU] ¦ — ℵA,B,C [2%]

§11:21 φεισεται f35 𝕻46(ℵ)A,B,C [95%] OC,RP,HF,CP,NU ¦ φεισηται [5%] TR

*11:22 αποτομιαν f35 [98%] OC,RP,HF,TR,CP ¦ αποτομια 𝕻46ℵA,B,C [2%] NU

11:22 χρηστοτητα f35 [98%] OC,RP,HF,TR,CP ¦ χρηστοτης θεου 𝕻46(ℵ)A,B,C [2%] NU

11:22 επιμεινης f35 A,C [96%] OC,RP,HF,TR,CP ¦ επιμενης ℵB [3%] NU ¦ επιμινης C ¦ two other spellings [1%]

§11:23 και εκεινοι f35 [87%] OC,RP,HF,TR,CP ¦ κακεινοι ℵA,B,C [13%] NU

*11:23 επιμεινωσιν f35 C [97%] OC,RP,HF,TR,CP ¦ επιμενωσιν ℵB [2%] NU ¦ επιμινωσιν A ¦ two other spellings [1%]

11:23 απιστια rell ¦ απιστεια A [10%]

11:23 ο θεος εστιν f35 [65%] OC,RP,CP ¦ ~ 312 ℵA,B,C [35%] HF,TR,NU

§11:25 παρ f35 ℵC [98%] OC,RP,HF,TR,CP[NU] ¦ εν A,B [0.5%] ¦ — 𝕻46 [1.5%]

*11:25 φρονιμοι rell ¦ φρονημοι [18%]

11:26 και f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

11:30 και f35 [94%] OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B,C [6%] NU ¦ omit whole verse ℵ

§11:30 υμεις ποτε f35 𝕻46ℵB,C [95%] OC,RP,HF,TR,NU ¦ ~ 21 A ¦ ~ 2 και 1 [5%] CP

*11:30 απειθεια rell ¦ απειθια B [8%] CP

11:31 αυτοι f35 𝕻46A [98%] OC,RP,HF,TR,CP ¦ 1 νυν ℵB [1%] [NU] ¦ 1 υστερον [1%]

11:33 ανεξερευνητα f35 [99%] OC,RP,HF,TR,CP ¦ ανεξεραυνητα ℵA,B [1%] NU