3
ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, ⸂καὶ ἐσμέν* καὶ ἐσμέν WH Treg NA28 ] – RP . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶς ἡμᾶς WH Treg NA28 ] ὑμᾶς RPὅτι οὐκ ἔγνω αὐτόν. ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. ⸀οἴδαμεν οἴδαμεν WH Treg NA28 ] + δὲ RPὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ⸀ἁμαρτίας§ ἁμαρτίας WH Treg NA28 ] + ἡμῶν RPἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. ⸀τεκνία* τεκνία WH Treg NA27 RP ] παιδία NA28 WHmarg μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. 10 ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· 12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13 ⸀μὴ μὴ WH Treg RP ] καὶ μὴ NA28 θαυμάζετε, ⸀ἀδελφοί ἀδελφοί WH Treg NA28 ] + μου RP εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶν§ ἀγαπῶν WH Treg NA28 ] + τὸν ἀδελφόν RPμένει ἐν τῷ θανάτῳ. 15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ⸀αὐτῷ* αὐτῷ WH Treg NA28 ] ἑαυτῷ RPμένουσαν. 16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ⸀θεῖναι θεῖναι WH Treg NA28 ] τιθέναι RP 17 ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
18 ⸀Τεκνία Τεκνία WH Treg NA28 ] + μου RP μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19 ⸀ἐν§ ἐν WH ] καὶ ἐν Treg NA28 RP τούτῳ ⸀γνωσόμεθα* γνωσόμεθα WH Treg NA28 ] γινώσκομεν RP ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν ⸂τὴν καρδίαν τὴν καρδίαν WH NA28 ] τὰς καρδίας Treg RP ἡμῶν 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. 21 ἀγαπητοί, ἐὰν ἡ καρδία ⸂μὴ καταγινώσκῃ ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν Treg ] μὴ καταγινώσκῃ WH; ἡμῶν μὴ καταγινώσκῃ NA28; ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν RP, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, 22 καὶ ὃ ⸀ἐὰν§ ἐὰν Treg NA28 RP ] ἂν WH αἰτῶμεν λαμβάνομεν ⸀ἀπʼ* ἀπʼ WH Treg NA28 ] παρʼ RPαὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμεν πιστεύσωμεν WH NA28 RP ] πιστεύωμεν Treg τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ⸀ἡμῖν ἡμῖν WH Treg NA28 ] – RP 24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

*3:1 καὶ ἐσμέν WH Treg NA28 ] – RP

3:1 ἡμᾶς WH Treg NA28 ] ὑμᾶς RP

3:2 οἴδαμεν WH Treg NA28 ] + δὲ RP

§3:5 ἁμαρτίας WH Treg NA28 ] + ἡμῶν RP

*3:7 τεκνία WH Treg NA27 RP ] παιδία NA28 WHmarg

3:13 μὴ WH Treg RP ] καὶ μὴ NA28

3:13 ἀδελφοί WH Treg NA28 ] + μου RP

§3:14 ἀγαπῶν WH Treg NA28 ] + τὸν ἀδελφόν RP

*3:15 αὐτῷ WH Treg NA28 ] ἑαυτῷ RP

3:16 θεῖναι WH Treg NA28 ] τιθέναι RP

3:18 Τεκνία WH Treg NA28 ] + μου RP

§3:19 ἐν WH ] καὶ ἐν Treg NA28 RP

*3:19 γνωσόμεθα WH Treg NA28 ] γινώσκομεν RP

3:19 τὴν καρδίαν WH NA28 ] τὰς καρδίας Treg RP

3:21 μὴ καταγινώσκῃ ἡμῶν Treg ] μὴ καταγινώσκῃ WH; ἡμῶν μὴ καταγινώσκῃ NA28; ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν RP

§3:22 ἐὰν Treg NA28 RP ] ἂν WH

*3:22 ἀπʼ WH Treg NA28 ] παρʼ RP

3:23 πιστεύσωμεν WH NA28 RP ] πιστεύωμεν Treg

3:23 ἡμῖν WH Treg NA28 ] – RP