5
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ* καὶ Treg NA28 RP ] – WHπᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν ποιῶμεν WH Treg NA28 ] τηρῶμεν RP αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν· τίς ⸂δέ ἐστιν δέ ἐστιν Treg NA28 ] ἐστιν δὲ WH; ἐστιν RP ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν§ ἐν WH Treg NA28 ] – RPτῷ ὕδατι μόνον ἀλλʼ ἐν τῷ ὕδατι καὶ ⸀ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι* ὅτι WH Treg NA28 ] ἥν RPαὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ⸀ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. 10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ αὑτῷ WH ] αὐτῷ Treg NA28 RP; ἑαυτῷ NA27 ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸂ὁ θεὸς ἡμῖν ὁ θεὸς ἡμῖν WH ] ἡμῖν ὁ θεὸς Treg NA28 RP, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. 12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
13 Ταῦτα ἔγραψα ⸀ὑμῖν§ ὑμῖν WH Treg NA28 ] + τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ RP ἵνα εἰδῆτε ὅτι ζωὴν ⸂ἔχετε αἰώνιον* ἔχετε αἰώνιον WH Treg NA28 ] αἰώνιον ἔχετε RP , ⸂τοῖς πιστεύουσιν τοῖς πιστεύουσιν WH Treg NA28 ] καὶ ἵνα πιστεύητε RP εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. 14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. 15 καὶ ἐὰν ἐὰν WH NA28 RP ] ἂν Treg οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ⸀ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸀ἀπʼ§ ἀπʼ WH Treg NA28 ] παρʼ RPαὐτοῦ. 16 ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17 πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18 Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν* αὐτόν WH Treg NA27 ] ἑαυτόν NA28 RP καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 19 οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸀γινώσκωμεν γινώσκωμεν NA28 RP ] γινώσκομεν WH Tregτὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
21 Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν ⸀εἰδώλων εἰδώλων WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*5:1 καὶ Treg NA28 RP ] – WH

5:2 ποιῶμεν WH Treg NA28 ] τηρῶμεν RP

5:5 δέ ἐστιν Treg NA28 ] ἐστιν δὲ WH; ἐστιν RP

§5:6 ἐν WH Treg NA28 ] – RP

*5:9 ὅτι WH Treg NA28 ] ἥν RP

5:10 αὑτῷ WH ] αὐτῷ Treg NA28 RP; ἑαυτῷ NA27

5:11 ὁ θεὸς ἡμῖν WH ] ἡμῖν ὁ θεὸς Treg NA28 RP

§5:13 ὑμῖν WH Treg NA28 ] + τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ RP

*5:13 ἔχετε αἰώνιον WH Treg NA28 ] αἰώνιον ἔχετε RP

5:13 τοῖς πιστεύουσιν WH Treg NA28 ] καὶ ἵνα πιστεύητε RP

5:15 ἐὰν WH NA28 RP ] ἂν Treg

§5:15 ἀπʼ WH Treg NA28 ] παρʼ RP

*5:18 αὐτόν WH Treg NA27 ] ἑαυτόν NA28 RP

5:20 γινώσκωμεν NA28 RP ] γινώσκομεν WH Treg

5:21 εἰδώλων WH Treg NA28 ] + Ἀμήν RP