5
1 Πρεσβυτέρους ⸀οὖν* οὖν WH Treg NA27 ] τοὺς NA28 RPἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντες† ἐπισκοποῦντες Treg NA28 RP ] – WH μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν‡ κατὰ θεόν Treg NA28 ] – WH RP, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3 μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις§ ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RPτὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα* τινα NA28 ] τίνα RP; – WH Treg ⸀καταπιεῖν† καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷ‡ τῷ WH Treg NA27 ] – NA28 RPκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ§ Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει* καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP στηρίξει, σθενώσει, ⸀θεμελιώσει† θεμελιώσει NA28 RP ] – WH Treg 11 ⸀αὐτῷ‡ αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων§ τῶν αἰώνων Treg NIV RP ] – WH NA28· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε* στῆτε WH Treg NA28 ] ἑστήκατε RP 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ† Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP ‘/book’
*5:1 οὖν WH Treg NA27 ] τοὺς NA28 RP
†5:2 ἐπισκοποῦντες Treg NA28 RP ] – WH
‡5:2 κατὰ θεόν Treg NA28 ] – WH RP
§5:5 ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP
*5:8 τινα NA28 ] τίνα RP; – WH Treg
†5:8 καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP
‡5:9 τῷ WH Treg NA27 ] – NA28 RP
§5:10 Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP
*5:10 καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP
†5:10 θεμελιώσει NA28 RP ] – WH Treg
‡5:11 αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP
§5:11 τῶν αἰώνων Treg NIV RP ] – WH NA28
*5:12 στῆτε WH Treg NA28 ] ἑστήκατε RP
†5:14 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP